{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Knights 4","citation":"Aristophanes, Knights 4","ref":"4","level":null,"urn":"urn:cts:greekLit:tlg0019.tlg002:4","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-4/4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-4/4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-4/4.md","author":{"name":"Aristophanes","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes"},"work":{"title":"Knights","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-4","urn":"urn:cts:greekLit:tlg0019.tlg002"},"verse":true,"words":233,"text":"ταυτὶ μὰ τὴν Δήμητρά μʼ οὐκ ἐλάνθανεν\nτεκταινόμενα τὰ πράγματʼ, ἀλλʼ ἠπιστάμην\nγομφούμενʼ αὐτὰ πάντα καὶ κολλώμενα.\nοἴμοι σὺ δʼ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;\nοὔκουν μʼ ἐν Ἄργει γʼ οἷα πράττεις λανθάνει.\nπρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,\nἰδίᾳ δʼ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.\nκαὶ ταῦτʼ ἐφʼ οἷσίν ἐστι συμφυσώμενα\nἐγᾦδʼ· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.\nεὖ γʼ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων.\nκαὶ ξυγκροτοῦσιν ἄνδρες αὔτʼ ἐκεῖθεν αὖ,\nκαὶ ταῦτά μʼ οὔτʼ ἀργύριον οὔτε χρυσίον\nδιδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,\nὅπως ἐγὼ ταῦτʼ οὐκ Ἀθηναίοις φράσω.\nἐγὼ μὲν οὖν αὐτίκα μάλʼ ἐς βουλὴν ἰὼν\nὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,\nκαὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,\nκαὶ πάνθʼ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,\nκαὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.\nπῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;\nἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.\nἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις;\nνυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε\nἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις·\nθεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον,\nὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ\nἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.\nἀλλʼ εἶμι· πρῶτον δʼ ὡς ἔχω τὰς κοιλίας\nκαὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.\nἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί,\nἵνʼ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.\nἀλλʼ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.\nἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.\nτί δαί;\nἵνʼ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ.\nκαὶ σπεῦδε ταχέως.\nταῦτα δρῶ.\nμέμνησό νυν\nδάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν,\nχὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.","prev":{"citation":"Knights 3.14","label":"Agon 3","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-4/3.14","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-4/3.14"},"next":{"citation":"Knights 5.1","label":"Parabasis 5","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-4/5.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-4/5.1"},"credit":{"text":"Aristophanes, Ἱππῆς, ed. F. W. Hall, W. M. Geldart. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg002.local001/","quality":"proofread"}}