{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Clouds 14","citation":"Aristophanes, Clouds 14","ref":"14","level":null,"urn":"urn:cts:greekLit:tlg0019.tlg003:14","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-6/14","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-6/14","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-6/14.md","author":{"name":"Aristophanes","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes"},"work":{"title":"Clouds","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-6","urn":"urn:cts:greekLit:tlg0019.tlg003"},"verse":true,"words":351,"text":"ταυτὶ διʼ ὑμᾶς ὦ Νεθέλαι πέπονθʼ ἐγώ,\nὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.\nαὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,\nστρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα.\nτί δῆτα ταῦτʼ οὔ μοι τότʼ ἠγορεύετε,\nἀλλʼ ἄνδρʼ ἄγροικον καὶ γέροντʼ ἐπῄρετε;\nἡμεῖς ποιοῦμεν ταῦθʼ ἑκάστοθʼ ὅταν τινὰ\nγνῶμεν πονηρῶν ὄντʼ ἐραστὴν πραγμάτων,\nἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν,\nὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.\nὤμοι πονηρά γʼ ὦ Νεφέλαι, δίκαια δέ.\nοὐ γάρ μʼ ἐχρῆν τὰ χρήμαθʼ ἁδανεισάμην\nἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατε\nτὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη\nἀπολεῖς μετʼ ἐμοῦ ʼλθών, οἳ σὲ κἄμʼ ἐξηπάτων.\nἀλλʼ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.\nναὶ ναὶ καταιδέσθητι πατρῷον Δία.\nἰδού γε Δία πατρῷον· ὡς ἀρχαῖος εἶ.\nΖεὺς γάρ τις ἔστιν;\nἔστιν.\nοὐκ ἔστʼ, οὔκ, ἐπεὶ\nΔῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.\nοὐκ ἐξελήλακʼ, ἀλλʼ ἐγὼ τοῦτʼ ᾠόμην\nδιὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιος\nὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.\nἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.\nοἴμοι παρανοίας· ὡς ἐμαινόμην ἄρα,\nὅτʼ ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη.\nἀλλʼ ὦ φίλʼ Ἑρμῆ μηδαμῶς θύμαινέ μοι\nμηδέ μʼ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε\nἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ·\nκαί μοι γενοῦ ξύμβουλος, εἴτʼ αὐτοὺς γραφὴν\nδιωκάθω γραψάμενος εἴθʼ ὅ τι σοι δοκεῖ.\nὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν,\nἀλλʼ ὡς τάχιστʼ ἐμπιμπράναι τὴν οἰκίαν\nτῶν ἀδολεσχῶν. δεῦρο δεῦρʼ ὦ Ξανθία,\nκλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,\nκἄπειτʼ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον\nτὸ τέγος κατάσκαπτʼ, εἰ φιλεῖς τὸν δεσπότην,\nἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν·\nἐμοὶ δὲ δᾷδʼ ἐνεγκάτω τις ἡμμένην,\nκἀγώ τινʼ αὐτῶν τήμερον δοῦναι δίκην\nἐμοὶ ποιήσω, κεἰ σφόδρʼ εἴσʼ ἀλαζόνες.\nἰοὺ ἰού.\nσὸν ἔργον ὦ δᾲς ἱέναι πολλὴν φλόγα.\nἄνθρωπε, τί ποιεῖς;\nὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ\nδιαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;\nοἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;\nἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.\nἀπολεῖς ἀπολεῖς.\nτοῦτʼ αὐτὸ γὰρ καὶ βούλομαι,\nἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας,\nἢ ʼγὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.\nοὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους;\nἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.\nοἴμοι τάλας δείλαιος ἀποπνιγήσομαι.\nἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.\nτί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε,\nκαὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;\nδίωκε βάλλε παῖε, πολλῶν οὕνεκα,\nμάλιστα δʼ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.","prev":{"citation":"Clouds 13.8","label":"Agon 13","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-6/13.8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-6/13.8"},"next":{"citation":"Clouds 15.1","label":"Exodus 15","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-6/15.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-6/15.1"},"credit":{"text":"Aristophanes, Νεφέλαι, ed. F. W. Hall, W. M. Geldart. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg003.local001/","quality":"proofread"}}