{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Wealth 12","citation":"Aristophanes, Wealth 12","ref":"12","level":null,"urn":"urn:cts:greekLit:tlg0019.tlg011:12","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/12","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-8/12","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/12.md","author":{"name":"Aristophanes","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes"},"work":{"title":"Wealth","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8","urn":"urn:cts:greekLit:tlg0019.tlg011"},"verse":true,"words":264,"text":"τίς ἂν φράσειε ποῦ ʼστι Χρεμύλος μοι σαφῶς;\nτί δʼ ἔστιν ὦ βέλτιστε;\nτί γὰρ ἀλλʼ ἢ κακῶς;\nἀφʼ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,\nἀπόλωλʼ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω,\nκαὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.\nἡ δʼ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν;\nθύειν ἔτʼ οὐδεὶς ἀξιοῖ.\nτίνος οὕνεκα;\nὅτι πάντες εἰσὶ πλούσιοι· καίτοι τότε,\nὅτʼ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος\nἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν\nδίκην ἀποφυγών, ὁ δʼ ἂν ἐκαλλιερεῖτό τις\nκἀμέ γʼ ἐκάλει τὸν ἱερέα· νῦν δʼ οὐδὲ εἷς\nθύει τὸ παράπαν οὐδὲν οὐδʼ εἰσέρχεται,\nπλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι.\nοὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;\nτὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ\nχαίρειν ἐάσας ἐνθάδʼ αὐτοῦ καταμένειν.\nθάρρει· καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.\nὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,\nαὐτόματος ἥκων.\nπάντʼ ἀγαθὰ τοίνυν λέγεις.\nἱδρυσόμεθʼ οὖν αὐτίκα μάλʼ, ἀλλὰ περίμενε\nτὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος\nτὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.\nἀλλʼ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,\nἵνʼ ἔχων προηγῇ τῷ θεῷ σύ.\nπάνυ μὲν οὖν\nδρᾶν ταῦτα χρή.\nτὸν Πλοῦτον ἔξω τις κάλει.\nἐγὼ δὲ τί ποιῶ;\nτὰς χύτρας, αἷς τὸν θεὸν\nἱδρυσόμεθα, λαβοῦσʼ ἐπὶ τῆς κεφαλῆς φέρε\nσεμνῶς· ἔχουσα δʼ ἦλθες αὐτὴ ποικίλα.\nὧν δʼ οὕνεκʼ ἦλθον;\nπάντα σοι πεπράξεται.\nἥξει γὰρ ὁ νεανίσκος ὡς σʼ εἰς ἑσπέραν.\nἀλλʼ εἴ γε μέντοι νὴ Δίʼ ἐγγυᾷ σύ μοι\nἥξειν ἐκεῖνον ὡς ἔμʼ, οἴσω τὰς χύτρας.\nκαὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία\nαὗται ποιοῦσι· ταῖς μὲν ἄλλαις γὰρ χύτραις\nἡ γραῦς ἔπεστʼ ἀνωτάτω, ταύτης δὲ νῦν\nτῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.","prev":{"citation":"Wealth 11.1141-1170","label":"Episode 11, lines 11.1141-11.1170","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/11.1141","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-8/11.1141"},"next":{"citation":"Wealth 13.1","label":"Exodus 13","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/13.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-8/13.1"},"credit":{"text":"Aristophanes, Πλοῦτος, ed. F. W. Hall, W. M. Geldart. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg011.local001/","quality":"proofread"}}