{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Wealth 2","citation":"Aristophanes, Wealth 2","ref":"2","level":null,"urn":"urn:cts:greekLit:tlg0019.tlg011:2","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-8/2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/2.md","author":{"name":"Aristophanes","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes"},"work":{"title":"Wealth","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8","urn":"urn:cts:greekLit:tlg0019.tlg011"},"verse":true,"words":282,"text":"ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,\nἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,\nἴτʼ ἐγκονεῖτε σπεύδεθʼ, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν,\nἀλλʼ ἔστʼ ἐπʼ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντʼ ἀμύνειν.\nοὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,\nὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;\nσὺ δʼ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι\nὅτου χάριν μʼ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο.\nοὔκουν πάλαι δήπου λέγω; σὺ δʼ αὐτὸς οὐκ ἀκούεις.\nὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας\nψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.\nἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθʼ ὅ φησιν;\nἔχων ἀφῖκται δεῦρο πρεσβύτην τινʼ ὦ πόνηροι\nῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν·\nοἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.\nὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι.\nδηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.\nπρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγʼ ἔχοντα σωρόν.\nμῶν ἀξιοῖς φενακίσας ἔπειτʼ ἀπαλλαγῆναι\nἀζήμιος, καὶ ταῦτʼ ἐμοῦ βακτηρίαν ἔχοντος;\nπάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα\nἡγεῖσθέ μʼ εἶναι κοὐδὲν ἂν νομίζεθʼ ὑγιὲς εἰπεῖν;\nὡς σεμνὸς οὑπίτριπτος· αἱ κνῆμαι δέ σου βοῶσιν\nἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.\nἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,\nσὺ δʼ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.\nδιαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος,\nὅστις φενακίζεις, φράσαι δʼ οὔπω τέτληκας ἡμῖν,\nοἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως\nδεῦρʼ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.\nἀλλʼ οὐκέτʼ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει\nἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει.\nὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;\nνὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτʼ ὄνου λάβητε.\nὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι\nὑφʼ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτʼ ἀληθῆ.","prev":{"citation":"Wealth 1.251b-252","label":"Prologue 1, lines 1.251b-1.252","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/1.251b","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-8/1.251b"},"next":{"citation":"Wealth 3","label":"Lyric-Scene 3","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-8/3"},"credit":{"text":"Aristophanes, Πλοῦτος, ed. F. W. Hall, W. M. Geldart. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg011.local001/","quality":"proofread"}}