{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Acharnians 10","citation":"Aristophanes, Acharnians 10","ref":"10","level":null,"urn":"urn:cts:greekLit:tlg0019.tlg001:10","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text/10","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text/10","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text/10.md","author":{"name":"Aristophanes","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes"},"work":{"title":"Acharnians","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text","urn":"urn:cts:greekLit:tlg0019.tlg001"},"verse":true,"words":414,"text":"ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς·\nκατάθου τὺ τὰν γλάχωνʼ ἀτρέμας Ἰσμηνία·\nὑμὲς δʼ ὅσοι Θείβαθεν αὐληταὶ πάρα\nτοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.\nπαῦʼ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;\nπόθεν προσέπτονθʼ οἱ κακῶς ἀπολούμενοι\nἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;\nνεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γʼ ὦ ξένε·\nΘείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου\nτἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.\nἀλλʼ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω\nτῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων.\nὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.\nτί φέρεις;\nὅσʼ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς,\nὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδας\nνάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδας\nτροχίλως κολύμβως.\nὡσπερεὶ χειμὼν ἄρα\nὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας.\nκαὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκας\nσκάλοπας ἐχίνως αἰελούρως πικτίδας\nἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας.\nὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων,\nδός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.\nπρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν,\nἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.\nὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη,\nἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς,\nφίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε\nτὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα.\nσκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν,\nἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην·\nπροσείπατʼ αὐτὴν ὦ τέκνʼ· ἄνθρακας δʼ ἐγὼ\nὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν.\nἀλλʼ ἔσφερʼ αὐτήν· μηδὲ γὰρ θανών ποτε\nσοῦ χωρὶς εἴην ἐντετευτλανωμένης.\nἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται;\nἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί·\nἀλλʼ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε.\nἰώγα ταῦτα πάντα.\nφέρε πόσου λέγεις;\nἢ φορτίʼ ἕτερʼ ἐνθένδʼ ἐκεῖσʼ ἄξεις ἰών;\nὅ τι γʼ ἔστʼ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή.\nἀφύας ἄρʼ ἄξεις πριάμενος Φαληρικὰς\nἢ κέραμον.\nἀφύας ἢ κέραμον; ἀλλʼ ἔντʼ ἐκεῖ·\nἀλλʼ ὅ τι παρʼ ἁμῖν μή ʼστι, τᾷδε δʼ αὖ πολύ.\nἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε,\nὥσπερ κέραμον ἐνδησάμενος.\nνεὶ τὼ θιὼ\nλάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ,\nᾇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων.\nκαὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.\nμικκός γα μᾶκος οὗτος.\nἀλλʼ ἅπαν κακόν.\nταυτὶ τίνος τὰ φορτίʼ ἐστί;\nτῶδʼ ἐμὰ\nΘείβαθεν, ἴττω Δεύς.\nἐγὼ τοίνυν ὁδὶ\nφαίνω πολέμια ταῦτα.\nτί δὲ κακὸν παθὼν\nὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν;\nκαὶ σέ γε φανῶ πρὸς τοῖσδε.\nτί ἀδικείμενος;\nἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν·\nἐκ τῶν πολεμίων γʼ εἰσάγεις θρυαλλίδας.\nἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;\nαὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.\nνεώριον θρυαλλίς;\nοἶμαι·\nτίνι τρόπῳ;\nἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος\nἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον\nδιʼ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν.\nκεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ,\nσελαγοῖντʼ ἂν εὐθύς.\nὦ κάκιστʼ ἀπολούμενε,\nσελαγοῖντʼ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος;\nμαρτύρομαι.\nξυλλάμβανʼ αὐτοῦ τὸ στόμα·\nδός μοι φορυτόν, ἵνʼ αὐτὸν ἐνδήσας φέρω\nὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.","prev":{"citation":"Acharnians 9","label":"Choral 9","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text/9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text/9"},"next":{"citation":"Acharnians 11.1","label":"Lyric-Scene 11","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text/11.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text/11.1"},"credit":{"text":"Aristophanes, Ἀχαρνῆς, ed. F. W. Hall, W. M. Geldart. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg001.local001/","quality":"proofread"}}