{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Indica 28","citation":"Arrian, Indica 28","ref":"28","level":null,"urn":"urn:cts:greekLit:tlg0074.tlg002:28","url":"https://interlinea.aeterna-institute.org/library/greek/arrian/text-3/28","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/arrian/text-3/28","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/arrian/text-3/28.md","author":{"name":"Arrian","url":"https://interlinea.aeterna-institute.org/library/greek/arrian"},"work":{"title":"Indica","url":"https://interlinea.aeterna-institute.org/library/greek/arrian/text-3","urn":"urn:cts:greekLit:tlg0074.tlg002"},"verse":false,"words":273,"text":"προσάγοντι δὲ αὐτῷ πρὸς τὰ τείχεα φιλίως ξείνια ἔφερον ἐκ τῆς πόλιος θύννους τε ἐν κριβάνοισιν ὀπτούς — οὗτοι γὰρ ἔσχατοι τῶν Ἰχθυοφάγων οἰκέοντες πρῶτοι αὐτοῖσιν ὤφθησαν οὐκ ὠμοφαγέοντες—καὶ πέμματα ὀλίγα καὶ βαλάνους φοινίκων. ὃ δὲ ταῦτα μὲν ἄσμενος δέκεσθαι ἔφη, ἐθέλειν δὲ θεήσασθαι τὴν πόλιν· οἳ δὲ εἴων παρελθεῖν. ὡς δὲ ἔσω πυλέων παρῆλθε, δύο μὲν τῶν τοξοτέων κατέχειν κελεύει τὴν πυλίδα, αὐτὸς δὲ μετὰ δυοῖν ἄλλοιν καὶ τοῦ ἑρμηνέος ἐπὶ τὸ τεῖχος τὸ ταύτῃ ἀνελθὼν ἐσήμηνε τοῖσιν ἀμφὶ Ἀρχίην ὅκως συνεκέετο. τὸν μὲν ὦν σημῆναι, τὸν δὲ συμβαλόντα ποιέειν τὸ τεταγμένον. ἰδόντες δὲ τὸ σημήιον οἱ Μακεδόνες ἐπώκελλόν τε κατὰ τάχος τὰς νέας καὶ ἐξεπήδων σπουδῇ ἐς τὴν θάλασσαν, οἱ δὲ βάρβαροι ἐκπλαγέντες τοῖσι γινομένοισιν ἐπὶ τὰ ὅπλα ἔθεον. ὁ δὲ ἑρμηνεὺς ὁ σὺν Νεάρχῳ ἐκήρυσσε σῖτον δοῦναι τῇ στρατιῇ, εἰ σῴην ἐθέλουσιν ἔχειν τὴν πόλιν· οἳ δὲ ἠρνέοντο εἶναι σφίσι, καὶ ἅμα προσέβαλλον τῷ τείχεϊ. ἀλλὰ ἀνέστελλον αὐτοὺς οἱ τοξόται οἱ ἀμφὶ Νέαρχον, ἐξ ὑπερδεξίου τοξεύοντες. ὡς δὲ ἔμαθον ἐχομένην τε ἤδη καὶ ὅσον οὔπω ἀνδραποδισθησομένην σφίσι τὴν πόλιν, τότε δὴ ἐδέοντο τοῦ Νεάρχου, τὸν μὲν σῖτον ὅσπερ ἦν αὐτοῖσι λαβόντα ἀπαγαγεῖν, τὴν πόλιν δὲ μὴ διαφθεῖραι. Νέαρχος δὲ τὸν μὲν Ἀρχίην κελεύει καταλαβεῖν τὰς πύλας καὶ τὸ κατʼ αὐτὰς τεῖχος, αὐτὸς δὲ συμπέμπει τοὺς κατοψομένους τὸν σῖτον εἰ ἀδόλως δεικνῦσιν. οἳ δὲ τὸ μὲν ἀπὸ τῶν ἰχθύων τῶν ὀπτῶν ἀληλεσμένον ἄλευρον πολλὸν ἐδείκνυν, πυροὺς δὲ καὶ κριθὰς ὀλίγας· καὶ γὰρ ἐτύγχανον σίτῳ μὲν τῷ ἀπὸ τῶν ἰχθύων, τοῖσι δὲ ἄρτοισιν ὅσα ὄψῳ διαχρεόμενοι. ὡς δὲ τὰ ἐόντα ἐπεδείκνυν, οὕτω δὴ ἐκ τῶν παρεόντων ἐπισιτισάμενοι ἀνήγοντο, καὶ ὁρμίζονται πρὸς ἄκρῃ, ἥντινα οἱ ἐπιχώριοι ἱρὴν Ἡλίου ἦγον· οὔνομα τῇ ἄκρῃ Βάγεια.","prev":{"citation":"Indica 27.9","label":"Chapter 27","url":"https://interlinea.aeterna-institute.org/library/greek/arrian/text-3/27.9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/arrian/text-3/27.9"},"next":{"citation":"Indica 29.1-10","label":"29.1 to 29.10","url":"https://interlinea.aeterna-institute.org/library/greek/arrian/text-3/29.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/arrian/text-3/29.1"},"credit":{"text":"Arrian, Ἰνδική, ed. Rudolf Hercher, Alfred Eberhard. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0074.tlg002.local001/","quality":"proofread"}}