{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae Ad Castorem [Sp.] 439.2","citation":"Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.] 439.2","ref":"439.2","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/439.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/439.2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/439.2.md","author":{"name":"Athanasius Alexandrinus","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus"},"work":{"title":"Epistulae Ad Castorem [Sp.]","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp","urn":"urn:cts:greekLit:tlg2035.tlg085"},"verse":false,"words":405,"text":"9. Γεγόνε τις Πατὴρ Μούδιος ὀνόματι. Οὗτος ἐπι- A χλῖμασι παραδεδομένων διατυπώσεων. Κατὰ πᾶσαν τοίνυν τὴν Μεσοποταμίαν καὶ Παλαιστίνην, καὶ Καππαδοκίαν, καὶ πᾶσαν τὴν Ἀνατολὴν ἐν τῷ καιρῷ τῆς συνάξεως, τρίτης, καὶ ἑκτης, καὶ ἐνάτης ὥρας, εἰ τις, πρὶν ἢ τὸ πρῶτον ψαλμὸν τελειωθῆναι, μὴ ἀπαντήσῃ, τοῦ λοιποῦ εἰς τὸ εὐκτήριον εἰσελθεῖν οὐ τολμᾷ, οὔτε καταμίγεται ἑαυτὸν τοῖς ψάλλουσι· ἀλλὰ τῶν ἀδελφῶν τὴν ἀπόλυσιν πρὸ θυρῶν ἐκδέχεται ἵσταμενος. Ἐξерχόμενῶν δὲ πάντων, βαλὼν ἐπὶ τὴν γῆν μετάνοιαν, ἐξαιτεῖται τῆς οἰκείας ῥαθυμίας συγχώρησιν. Ἐν δὲ ταῖς νυκτερίαις συνάξεσι δευτέρου ψαλμοῦ, παρέχεται συγγνώμη τοῖς βραδύνουσι παρὰ τούτοις· καὶ ἑβδομάδας οἱ ἀδελφοὶ ἐκ διαδοχῆς ποιοῦσιν ἐν τε τῷ μαγειρείῳ καὶ τοῖς ἄλλοις καθήκουσι, ἅμα καὶ ἑαυτοὺς διαπαιπαίνοντες, καὶ νόμον ἀγάπης, διὰ τὸ δουλεύειν ἀλλήλοις, ἀναπληροῦντες. Τοσαύτη δὲ ταπεινοφροσύνῃ καὶ σπουδῇ ἐν τῇ διακονίᾳ ἐπιτελεῖται παρ' αὐτοῖς, ὅση οὐχ ἂν δεσπόταις παρὰ δούλοις παρασχεθεῖν. Συμπληρωθείσης δὲ τῆς ἑβδομάδος, τῇ ἀναστασίῳ ἡμέρᾳ μετὰ τοὺς ἐωθινοὺς ὕμνους ἄλλοις πάλιν τοῖς εἰσερχομένοις ὑπηρετεῖν τὰ πρὸς τὴν χρείαν σκεύη σφραγιωμένα παραδιδόασιν· ἃτινα δεχόμενοι, τοσαύτην μέριμναν καὶ φροντίδα εἰς τὴν τούτων παραφυλακὴν ἐνδεικνύνται, μὴ τι ἐξ αὐτῶν κλασθῇ ἢ ἀπόληται, ὅσην εἴχοι τὸν πιστευόμενον σκεύῃ ἱερὰ καὶ τῷ Θεῷ ἀνατεθειμένα. Ὑφ' ἑαυτῶν γὰρ λόγον ἐτοιμάζονται οὐ μόνον ἐν τῷ παρόντι τῷ οἰκονόμῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι τῷ Θεῷ, εἰ τύχοι ἐξ ἀμελείας ἢ ῥαθυμίας ἀπολέσθαι τι ἐξ αὐτῶν. Πρὸς πλείονα δὲ πίστιν τῶν εἰρημένων, ὅπερ αὐτὰς ὤφειν ἰδεασάμην προσθήσω τῷ διηγήματι. Ἐν τῇ ἑβδομάδι τινὸς ἀδελφοῦ παριὼν ὁ οἰκονόμος ὀλίγους κόκκους φακῆς κατὰ γῆν ἐρρίμνους ἰδεάσατο, καὶ οὐ κατεφρόνησεν ὡς οὐτεροῦ καὶ οὐδαμινού πράγματος· ἀλλὰ πολλὰ ἐγκάλεσας τῷ τὴν ἑβδομάδα πιστευμένῳ ἀδελφῷ, δέδωκεν αὐτῷ ἐπιτιμίαν, ὡς ἀμελοῦντι τῶν τῷ Θεῷ ἀνατιθεμένων, καὶ καταπατοῦντι τὴν ἰδίαν συνείδησιν. Τοσαύτη γὰρ πίστει καὶ σπουδῇ πάντων ἐπιμελοῦνται, καὶ πάντα διοικοῦσιν, ὡς καὶ αὐτά, ἅπερ ἡμῖν εὐτελῆ καὶ καταφρονήσιμος δέια φαίνονται, μετὰ πολλῆς προσοχῆς φυλάττειν, οἷον ἀγγείου κακοῦς κείμενον μεταστήσαι, σκεῦος ἐρρίμνενον συνάγει, πιστεύοντες καὶ ὑπὲρ τούτων μισθὸν ἔχειν παρ' αὐτῷ τῷ Δεσπότῃ Θεῷ. Τούτους δὲ τοὺς κανόνας τῶν ἑβδομάδων κατὰ πᾶσαν τὴν Ἀνατολὴν εὐρήκαμεν γίνεσθαι. Παρὰ δὲ τοῖς Αἰγυπτίοις οὐχ οὕτω τῶν ἑβδομάδων ἡ ἐναλλαγὴ ἐπιτελεῖται, ἀλλὰ ἐνὶ δοκιμιωτάτῳ τῶν ἀδελφῶν ἢ τοῦ ἱμαγείρου φροντὶς ἐπιτρέπεται, ἐφ' ὅσον ἡ ἀρετὴ τοῦτοῦ ἐπιδιδώσι, καὶ ἡ ἰσχὺς τοῦ σώματος ὑπουργεῖ ἐν τῇ διακονίᾳ, καὶ μήτε γῆρας αὐτῷ μήτε ἀσθένεια ἐμποδίζει. Καὶ ἐπειδή ὁ λόγος ἡμῖν περὶ ὑποταγῆς τῆς ἀρετῆς ἀνελθεῖν δυνάμεθα, ἀναγκαῖον ὑπολαμβάνω ὀλίγα ἐκ πολλῶν τῶν ἐν τοῖς κοινοβίοις διαλαμψάντων ἀγίων [ἀγίων] Πατέρων κατορθώματα παραδείγματος χάριν προσθεῖναι τῷ διηγήματι.","prev":{"citation":"Epistulae Ad Castorem [Sp.] 438.3","label":"438.3","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/438.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/438.3"},"next":{"citation":"Epistulae Ad Castorem [Sp.] 439.4","label":"439.4","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/439.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/439.4"},"credit":{"text":"Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000529","quality":"ocr"}}