{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae Ad Castorem [Sp.] 449.55","citation":"Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.] 449.55","ref":"449.55","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/449.55","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/449.55","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/449.55.md","author":{"name":"Athanasius Alexandrinus","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus"},"work":{"title":"Epistulae Ad Castorem [Sp.]","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp","urn":"urn:cts:greekLit:tlg2035.tlg085"},"verse":false,"words":443,"text":"ἀνθρώπῳ, ἀλλ' οὖν γε δοκεῖ πως ἐκ τῶν φυσικῶν τοῦ σώματος εἰς τὰ παρὰ φύσιν διὰ βραδυμίας ἐκπίπτειν. Καὶ γὰρ ἡ τοῦ σώματος κίνησις πρὸς τεκνογονίαν καὶ διαδοχὴν τοῦ γένους διαμυθῆς, οὐ πρὸς πορνείαν ὑπὸ τοῦ Δημιουργοῦ ἐδόθη· καὶ ἡ τοῦ θυμοῦ κίνησις σωτηριωδῶς ἡμῖν ἐγκατέσταρται, ὥστε θυμοῦσθαι κατὰ τῆς ἁμαρτίας, οὐ μὴ πρὸς τὸ ὁμόφρων ἐκθεριοῦσθαι. Οὐ τοίνυν, εἰ κακὰς ταύτας κεχρήμεθα, ἁμαρτάνει ἡ φύσις, ἢ τὸν πλάστην αἰτιασώμεθα, ὥσπερ οὐδὲ τὸν δεδιωκότα σίδηρον πρὸς ἀναγκαίαν καὶ λυσιτελῆ χρῆσιν, εἰ ὁ δεξάμενος πρὸς φόνον ὑπηρεσίαν τούτῳ ἐχρήσατο. Ταῦτα δὲ εἰρήκαμεν, δεῖξαι βουλόμενοι, ὅτι τῆς φιλαργυρίας πάθος οὐκ ἐκ τῶν φυσικῶν κινήσεων τὴν ἀρχὴν ἔχει, ἀλλ’ ἐκ μόνης κακίας καὐ διεφθαρμένης προαιρέσεως. Αὕτη γὰρ ἡ νόσος, ὅταν χλιαρὰν καὶ ἀπαστον ἐν ἀρχῇ τῆς ἀποταγῆς εὐρῇ ψυχήν, δικαίας τινὰς καὶ τὸ δοκεῖν εὐλόγους προφάσεις ὑποβάλλει πρὸς τὸ κατασχεῖν τί ποτε ὧν κέκτηται· ὑπογράφει γὰρ κατὰ δυνάμιν τῷ μοναχῷ γῆρας μακρόν, καὶ ἀσθένειαν σώματος, καὶ ὅτι αἱ διδόμεναι χρειαι ἐκ τοῦ κοινοῦ οὐκ εἰσιν ἰκαναὶ πρὸς παραμιθίαν· οὐ λέγω ἀθενοῦνται, ἀλλ’ οὐδὲ ὑγιαίνουσι· καὶ ὅτι ἐνταῦθα οὐ γίνεται κατ’ ἀξίαν φροντὶς τοῖς ἀσθενοῦσιν, ἀλλὰ καὶ πᾶν ἡμλημέναι, καὶ ὡς, εἰ μὴ ἔχει ἀποκεχυμένον χρυσίον, ἀθλιῶς ἀποθλίπεται. Τελευταῖον δὲ ὑποβάλλει μὴ δύνασθαι μένειν ἐπὶ πολὺ ἐν τῷ μοναστηρίῳ διὰ τὴν βαρύτητα τῶν ἔργων καὶ τὴν τοῦ πατρὸς ἀκρίβειαν. Καὶ ὅτε ταῖς τοιαύταις ἐνθυμήσεσιν ἀποπλανῆν τὴν διάνοιαν, πρὸς τὸ κἂν ἐν δηναρίῳ κατασχεῖν, τὴν νιναῖτα πείθει αὐτὸν καὶ ἐργόχειρον λάθρα τοῦ ἀδελφου, εἰ οὐ δύνασθαι τὸ περισσοῦδαστον αὐτῷ ἀργύριον αὐξήσει· καὶ λοιπὸν ἐλπίσιν ἀδήλοις ἀπατᾷ τὴν ἀδλιον, ὑποβάλλων αὐτῷ τὸ ἐκ τοῦ ἐργοχείρου κέρδος καὶ τὴν ἐκ τούτου ἀνεσιν καὶ ἀμεριμνίαν. Καὶ ὅλως τῇ τῶν κέρδους ἐνθυμήσει δεδεῖ, οὐδὲν τῶν ἐναντίων σκοπεῖ, οὐκ ὀργῆς μανίαν, ἐποτὲ συμβῇ αὐτῷ ζημίᾳ περιπεσεῖν· οὐ λύπην, οὐ ἀκτόος, εἰ ἀποτύγχει τοῦ ἐκ τοῦ ἔργου κέρδους, ἀλλὰ γίνεται, ὅπερ ἄλλοις ἡ γαστὴρ θεός, οὕτω τούτῳ ὁ χρυσός. \"Οθεν ὁ μακάριος Ἀπόστολος, τοῦτο γινώσκων, οὐ μόνον βίαν πάντων τῶν κακῶν, ἀλλὰ καὶ εἰδωλολατρείαν ταύτην ἐκάλεσε. Θεωρήσωμεν τοίνυν πρὸς πόσῃν κακίαν ἡ νόσος αὕτη τὸν ἄνθρωπον κατασῦρει, ὡς καὶ εἰς εἰδωλολατρείαν ἐμβαλεῖν. Ἀποστήσας γὰρ ὁ φιλάργυρος τὸν νοῦν αὐτοῦ ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, εἰδωλὰ ἀνθρώπων ἐγγεγλυμμένα τῷ χρυσῷ ἀγαπᾷ· τούτοις δὲ τοῖς λογισμοῖς ὁ μοναχὸς σκοτωθείς, καὶ ἐπὶ τῷ χείρονι ταπεινώσειν, οὐδεμίαν ὑπακοὴν ἔχειν λοιπὸν δύναται, ἀλλ’ ἀγανακτεῖ, καὶ ἀναδινοπαθεῖ, καὶ πρὸς ἕκαστον ἔργον γογγύζει, καὶ ἀντιλέγει, καὶ μηδὲ μιᾶς λοιπὸν εὐλαβείας περιεσχημένος, ὥσπερ ἵππος σκληρότατος κατὰ χρημῶν φέρεται, οὔτε τῇ καθημερινῇ τροφῇ ἀρκούμενος, καὶ διαμαρτυρεῖ εἰς τέλος μὴ δύνασθαι αὐτὸν ὑπομένειν, καὶ Θεὸν οὐκ ἔχει μόνον εἶναι λέγει, οὐδὲ τὴν ἰδίαν φωτηρίαν ἐν ἐκείνῳ κατακλεισθῆναι τῷ τόπῳ, ἀλλὰ πανταχοῦ τοῖς ζητοῦσιν αὐτὸν εὑρίσκεσθαι· καὶ ὡς εἰ μὴ ἀποστῇ τοῦ μοναστηρίου ἐκείνου ἀπόλλυται·","prev":{"citation":"Epistulae Ad Castorem [Sp.] 449.36-52","label":"449.36 to 449.52","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/449.36","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/449.36"},"next":{"citation":"Epistulae Ad Castorem [Sp.] 452.1","label":"452.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/452.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/epistulae-ad-castorem-sp/452.1"},"credit":{"text":"Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000529","quality":"ocr"}}