{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta Varia 656.1","citation":"Athanasius Alexandrinus, Fragmenta Varia 656.1","ref":"656.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/fragmenta-varia/656.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/fragmenta-varia/656.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/fragmenta-varia/656.1.md","author":{"name":"Athanasius Alexandrinus","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus"},"work":{"title":"Fragmenta Varia","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/fragmenta-varia","urn":"urn:cts:greekLit:tlg2035.tlg054"},"verse":false,"words":356,"text":"Μαρίας δι' ἡμᾶς ἐφύρεσε σώματος, γέγραπται· ἀλλ' ἕκαστον αὐτῶν ἐπιγινωσόμεθα, ὡς συνετοὶ μαθηταὶ τοῦ ἑνὸς καὶ δυντος διδασκάλου. \"Ὅσα τοίνυν ταπειναὶ λέξεις καὶ ἔργα, εἰς τὸ σῶμα τοῦ Ἰησοῦ γεγραμμένα νός· ὅσα δὲ ἔνδοξα γράμματα, εἰς τὴν τοῦ Λόγου θεότητα. \"Ὅταν πεινᾷσθῃ μετὰ τὴν νηστείαν, τοῦ σώματος ἐλάττωμα· ἡνίκα δὲ ἐξ ἐ' ἀρτεων τοὺς ε' ἡμυίας παιδίων καὶ γυναικῶν τρέφει, καὶ ἰβ' χορίους κλασμάτων περισσεύει, τῆς θεότητος τοῦ Λόγου ἔργον. \"Ὅταν ἐπὶ τὸ προσκεφάλαιον ἐν τῷ πλοίῳ κοιμᾶται, ἀναπαύσεως σωματικῆς ἔργον. \"Ὅταν περιπατῶν ἐπὶ τῆς θαλάσσης ἀπειλῇ τοῖς κύμασι καὶ τοῖς ἀνέμοις. Σιώπα, πειθῦμωσο, εὐθὺς ἀκούει παρὰ τῶν ἐν τῷ πλοίῳ μεθ' ὄρκου ὁμολογούντων· Ἀληθῶς Θεοῦ Υἱός εἰ. \"Ὅταν ἐστώς πρὸς τῷ μνημᾶτι Λαζάρου δακρύσῃ, καὶ ὀπηνίκα πᾶσχειν ἔμελλε, λέγει, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου, καὶ ἀδημονεῖ, καὶ τὸ μὲν Πνεῦμα τῆς θεότητος πρόθυμον, εἰς πᾶσαν οἰκονομίαν λέγει, τὴν δὲ σάρκα ἀσθενεῖ· τοῦ σώματος ἀσθένεια τὸ λυπεῖσθαι καὶ ἀδημονεῖν. \"Ὅταν κελευστικῶς λέγῃ· Λάζαρε, δεῦρὸ ἔξω, καὶ ἀναστῆ ζῶν ὁ νεκρὸς ὁ τετραπρότερον ἤδη λελυμένος, ὁ οὐκ ἐγένετο ἀπ' ἀρχῆς κτίσεως· τῆς θεότητος σημεῖον. \"Ὅταν ἀπὸ τῆς ὀδοιπορίας ὑπὲρ ἡμῶν κεκοπιακώς ἐπὶ τῆς πηγῆς καθέσθαι, τοῦ σώματος τὸ κοπιᾶν. \"Ὅταν λέγῃ· Δεῦτε πρὸς μέ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἔργον τῆς θεότητος, τὸ καὶ ἀπὸ σωματικῶν νόσων καὶ κόπων, καὶ τῶν κατὰ ψυχὴν κινδύνων ἰάσθαι. \"Ὅταν βαπτίζηται ὑπὸ Ἰωάννου, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξιλασμός. \"Ὅταν κελεύῃ τοὺς ἀποστόλους βαπτίζειν πάντα τὰ ἔθνη εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, τῇ θείᾳ δυνάμει αὐτοῦ ἀρμόζει. \"Ὅταν κλίνῃ τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις. \"Ὅταν ἐν τῷ ὄρει, μεταμορφούμενος αὐτὸ τὴν δόξαν μὴ δυνάμενοι φέρειν Πέτρος καὶ Ἴάκωβος καὶ Ἰωάννης, τὰ πρόσωπα καὶ τὰ γόνατα κλίνουσιν ἐπὶ τὴν γῆν ἐκ τῆς δόξης τῆς θεότητος· τοῦ Λόγου ἰσχύς. \"Ὅταν στερεοποιῇ τοὺς ἀποστόλους λέγων· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· τῆς θεότητος ἡ ἀδηλος καὶ ἰσχυρὰ παράκλησις. \"Ὅταν παραίτηται τὸ ἀποθανεῖν, τοῦ σώματος ἡ δειλία. Πρὸ γὰρ τοῦ παραβῆναι τὸν Ἄδαν οὔτε λύπη, οὔτε δειλία, οὐ κόπος, οὐ λιμός, οὐ θάνατος ἦν.","prev":{"citation":"Fragmenta Varia 655.3","label":"655.3","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/fragmenta-varia/655.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/fragmenta-varia/655.3"},"next":{"citation":"Fragmenta Varia 656.2","label":"656.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/fragmenta-varia/656.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/fragmenta-varia/656.2"},"credit":{"text":"Athanasius Alexandrinus, Fragmenta Varia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000533","quality":"ocr"}}