{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta Varia 658.2","citation":"Athanasius Alexandrinus, Fragmenta Varia 658.2","ref":"658.2","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/fragmenta-varia/658.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/fragmenta-varia/658.2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/fragmenta-varia/658.2.md","author":{"name":"Athanasius Alexandrinus","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus"},"work":{"title":"Fragmenta Varia","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/fragmenta-varia","urn":"urn:cts:greekLit:tlg2035.tlg054"},"verse":false,"words":302,"text":"28 Τίς γὰρ, φησίν, ἔγνω τοῦν Κυρίου; ἢ τις σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβουλάσει αὐτῷ; Μόνος ὁ Υἱὸς σύμβουλος ἐστι τοῦ Πατρός, καὶ τὸν νοῦν αὐτοῦ ἔγνω, ὁ λέγων· Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός, καὶ τὸν Υἱὸν οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ Πατήρ, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Λέγει τοίνυν ὁ Ἰωάννης περὶ τοῦ Κυρίου· Ὄσαρ φανερωθή, ὁμοιοι αὐτῷ ἐσόμεθα, καὶ ὁψόμεθα αὐτόν, καθὼς ἐστίν (60). Ὅρα, ὅτι διὰ τοῦ νῦν οὐδεὶς εἶδε τὸν Υἱὸν τοῦ Θεοῦ ὡς ἐστιν, ἕχρις οὗ φανερώσαι αὐτὸν ἡμῖν· τὸν δὲ ἐφόρεσεν δι᾿ ἡμᾶς ἀνθρώπον εἴδομεν· ἢν εἴπεν ὁ Παῦλος· Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν. Ὁν καὶ Στέφανος λέγει· Θεωρῶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐπὶ δεξιῶν ἑστῶτα τῆς δυνάμεως τοῦ Θεοῦ. Οὐχ εἶπε τὸν Λόγον ἢ τὴν Σοφίαν τοῦ Πατρὸς ἐωραχέναι, ἀλλὰ τὸν Υἱὸν τοῦ ἀνθρώπου, τὸ ἐκ τῆς Μαρίας Κυριαχὸν σῶμα· δ καὶ Παῦλος λέγει· Ὅς ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Περὶ οὗ σώματος ὁ Δαυὶδ φησιν ἐκ προσώπου τοῦ Πατρὸς προφητικῶς· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· οὗς προεγίνωσχε ἐχθροὺς ἐσομένους, τὸν διάβολον καὶ τὰς συνεργούσας αὐτῷ ἀντικειμένας ἐνεργείας, αἵτινες ἔχθρευον τῷ Κυριαχῷ ἀνθρώπῳ, γινώσκουσαι διὰ τοῦ θανάτου αὐτοῦ καταργουμένας ἑαυτάς, καὶ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τὸν διάβολον, καὶ τοὺς ἐχθρεύσαντας αὐτῷ Ἰουδαίους, εἰς οὓς τὸ γεγραμμένον πληρούται· Ὅτι ἐμίσησάν με δωρεάν. Ἀνθ᾿ ὧν τὰ πρὸς ὠφέλειαν διδασκόμενοι μαρτυρεῖν καὶ σταυροῦν ἐτόλμων, Σαμαρεῖτην αὐτὸν καὶ δαιμονιζόμενον καὶ ἀνθρώπων ἁμαρτωλῶν λέγοντες, καὶ τοὺς δι᾿ αὐτοῦ τῆς ἁμαρτίας κατακριθείσης. Εἰς ὃν γέγραπται· Ὁρῶνται εἰς ὃν ἐξεκέντησαν. Ὅνπερ ἐν τῇ κρίσει ὁρῶντες κρῖνοντα ζῶντας καὶ νεκρούς, ὡς φησιν Ἰωάννης περὶ τοῦ Υἱοῦ· Καθὼς ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστι· μεταμελόμενοι, φυλὴ κατὰ φυλῆς ἐρούσιν· Ὅσος ἤν ἐν ἑσχρῶν ποτε εἰς γέλωτα, λέγοντες αὐτῷ","prev":{"citation":"Fragmenta Varia 658.1","label":"658.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/fragmenta-varia/658.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/fragmenta-varia/658.1"},"next":{"citation":"Fragmenta Varia 659.1","label":"659.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/fragmenta-varia/659.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/fragmenta-varia/659.1"},"credit":{"text":"Athanasius Alexandrinus, Fragmenta Varia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000533","quality":"ocr"}}