{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmentum 1","citation":"Athenio, Fragmentum 1","ref":"1","level":null,"urn":"urn:cts:greekLit:tlg0422.tlg002:1","url":"https://interlinea.aeterna-institute.org/library/greek/athenio-comic/fragmentum/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athenio-comic/fragmentum/1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/athenio-comic/fragmentum/1.md","author":{"name":"Athenio","url":"https://interlinea.aeterna-institute.org/library/greek/athenio-comic"},"work":{"title":"Fragmentum","url":"https://interlinea.aeterna-institute.org/library/greek/athenio-comic/fragmentum","urn":"urn:cts:greekLit:tlg0422.tlg002"},"verse":true,"words":281,"text":"Οὐκ οἶσθ' ὅτι πάντων ἡ μαγειρικὴ τέχνη\nπρὸς εὐσέβειαν πλεῖστα προσενήνεχθ' ὅλως;\nΒ. τοιοῦτόν ἐστι τοῦτο; Α. πάνυ γε, βάρβαρε.\nτοῦ θηριώδους καὶ παρασπόνδου βίου\nἡμᾶς γὰρ ἀπολύσασα καὶ τῆς δυσχεροῦς\nἀλληλοφαγίας, ἤγαγ' εἰς τάξιν τινά,\nκαὶ τουτονὶ περιῆψεν ὃν νυνὶ βίον\nζῶμεν. Β. τίνα τρόπον; Α. πρόσεχε, κἀγώ σοι φράσω.\nἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν,\nγενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος\nθύσας ἱερεῖον πρῶτος ὤπτησεν κρέας.\nὡς δ' ἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν,\nαὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα\nθύοντες ὤπτων. ὡς δ' ἅπαξ τῆς ἡδονῆς\nἐμπειρίαν τίν' ἔλαβον, ἀρχῆς γενομένης,\nἐπὶ πλεῖον ηὖξον τὴν μαγειρικὴν τέχνην.\nὅθεν ἔτι καὶ νῦν τῶν πρότερον μεμνημένοι\nτὰ σπλάγχνα τοῖς θεοῖσιν ὀπτῶσιν φλογί\nἅλας οὐ προσάγοντες· οὐ γὰρ ἦσαν οὐδέπω\nεἰς τὴν τοιαύτην χρῆσιν ἐξευρημένοι.\nὡς δ' ἤρεσ' αὐτοῖς ὕστερον, καὶ τοὺς ἅλας\nπροσάγουσιν ἤδη τῶν ἱερῶν γεγραμμένων,\nτὰ πάτρια διατηροῦντες, ἅπερ ἡμῖν μόνα\nἅπασιν ἀρχὴ γέγονε τῆς σωτηρίας,\nτὸ προσφιλοτεχνεῖν διά τε τῶν ἡδυσμάτων\nἐπὶ πλεῖον αὔξειν τὴν μαγειρικὴν τέχνην.\nΒ. καινὸς γάρ ἐστιν οὑτοσὶ Παλαίφατος.\nΑ. μετὰ ταῦτα γαστρίον τις ὠνθυλευμένον\nπροϊόντος εἰσηνέγκατ' ἤδη τοῦ χρόνου·\nἐρίφιον ἐτακέρωσε, πνικτὸν διέλαβεν,\nπερικομματίῳ διεγίγγρασ' ὑποκρούσας γλυκεῖ,\nἰχθὺν παρεισεκύκλησεν οὐδ' ὁρώμενον,\nλάχανον, τάριχος πολυτελές, χόνδρον, μέλι.\nὡς πολὺ δὲ διὰ τὰς ἡδονὰς ἃς νῦν λέγω\nἀπεῖχ' ἕκαστος τοῦ φαγεῖν ἂν ἔτι νεκροῦ,\nαὑτοῖς ἅπαντες ἠξίουν συζῆν, ὄχλος\nἠθροίζετ', ἐγένονθ' αἱ πόλεις οἰκούμεναι\nδιὰ τὴν τέχνην, ὅπερ εἶπα, τὴν μαγειρικήν.\nΒ. ἄνθρωπε χαῖρε, περὶ πόδ' εἶ τῷ δεσπότῃ.\nΑ. καταρχόμεθ' ἡμεῖς οἱ μάγειροι, θύομεν,\nσπονδὰς ποιοῦμεν, τῷ μάλιστα τοὺς θεούς\nἡμῖν ὑπακούειν διὰ τὸ ταῦθ' εὑρηκέναι\nτὰ μάλιστα συντείνοντα πρὸς τὸ ζῆν καλῶς.\nΒ. ὑπὲρ εὐσεβείας οὖν ἀφεὶς παῦσαι λέγων.\nΑ. ἥμαρτον. Β. ἀλλὰ δεῦρο σὺ ξυνείσιθι\nἐμοί, τά τ' ἔνδον εὐτρεπῆ ποίει λαβών.","prev":{"citation":"Fragmentum Fragment tit","label":"Play Sam","url":"https://interlinea.aeterna-institute.org/library/greek/athenio-comic/fragmentum/Fragment%20tit","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athenio-comic/fragmentum/Fragment%20tit"},"next":null,"credit":{"text":"Athenio Comic., Fragmentum. Text: CLLG Freed Corpus (Inria), via The Greek Library, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0422.tlg002.local001/","quality":"proofread"}}