{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Adversus Eunomium (Libri 5) 793.1","citation":"Basilius, Adversus Eunomium (Libri 5) 793.1","ref":"793.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/793.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/793.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/793.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol"},"work":{"title":"Adversus Eunomium (Libri 5)","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5","urn":"urn:cts:greekLit:tlg2040.tlg019"},"verse":false,"words":371,"text":"Πνεύματος σου; καὶ πάλιν· Τὸν οὐρανὸν καὶ τὴν γὴν ἐγὼ πλήρω, λέγει Κύριος. Εἰς ἐν καὶ ταῦτα συντρέχουσαν ὁρᾷ τὴν τε Θεοῦ καὶ Πνεύματος λεγομένην καθολίτην ἐπὶ πάντα παριστῆναι. Σὺ δὲ ἐν ταῖς παραβολαῖς οὐκ ἀκτίζον τοῦ Πνεύμα νοεῖν ἢ λέγειν μὴ δυνάμενος (96), αὐτὸν τὸν Θεὸν πνεῦμα καλεῖσθαι λέγεις. Ἄλλ’ οὐδὲ ἐγκατοικεῖ δι’ ἑαυτοῦ τῇ κτίσει Θεός, οὔτε τὸν Θεὸν τοῦ τοῦ Θεοῦ Πνεύμα δύνατο ἂν τις παραδεχέσθαι, σάφως ἀκούων τοῦ Ἀποστόλου περὶ τοῦ ἐν ἡμῖν οἰκοῦντος (97) τοιαῦτα γράφοντος· Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ ὤδερ ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἐγνώκεν εἰ μὴ τὸ κώσμων (98) ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ 3. Εἰ τοίνυν ἐν τούτοις οὐδεὶς ἂν δύνατο τὸ Πνεῦμα τοῦ Θεοῦ τὸν Θεὸν ἀκούειν (καὶ τοῦτο οὕτως ὁμοιούμενον αὐτῷ τῇ τοῦ Θεοῦ δόξῃ θεωρῶν ὡς ἀνθρώπῳ τὸ ἀνθρώπου πνεῦμα), μὴ βιαζέσθω (99) τὸ Πνεῦμα τοῦ Θεοῦ λέγειν αὐτὸν εἶναι τὸν Θεόν. Τὸ Πνεῦμα, φησὶ, τὸ ἐμὸν ὁ ἐστίν (1) ἐπὶ σοί· οὐ τὸν Θεόν, ἀλλὰ τὸ παρὰ Θεοῦ Πνεῦμα δεδήλωκε. Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ ἐνέπνευσ ἐχρίσκέ με. Τὸ Πνεῦμα τὸς χρίσεως Πνεῦμα Κυρίου κεκλήκεν. Ἕν τὸ Πνεῦμα τοῦ θεοῦ· μὴ πλεῖον τοῦ ἑνὸς λεγέτω τις, χἂν πνεῦμα ὁ Θεὸς ὑπὸ τοῦ Κυρίου λέγῃται. Τῇ τοῦ πνεύματος ἐπωνυμίᾳ τὸν Πατέρα δεδήλωκεν, ὅτι ἀσώματος. Ὡσπερ γὰρ τὸ Πνεῦμα ὁ Θεός, κατὰ τὸ, Ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἴκει ἐν ὑμῖν· οὕτω καὶ ὁ Θεὸς τὸ Πνεῦμα, τῆς Τριάδος, μὴ διακοπτομένης μηδὲ χωριζομένης τὴν φύσιν (2), ὥστε καὶ τὰ ὀνόματα μὴ χωρίζεσθαι. Διόπερ καὶ ἑνὸς ὄντος τοῦ Θεοῦ, Θεὸς ὁ Υἱὸς πατρικῇ φύσει καὶ πατρικῷ ὀνόματι· καὶ ἑνὸς ὄντος Κυρίου τοῦ Υἱοῦ, Κύριος ὁ Πατὴρ τῇ τῆς εἰκόνος ὀνόματι καλούμενος, ὡς πρωτότυπος αὐτῆς καὶ γεννητῶρ· οὕτω καὶ τὸ Πνεῦμα Κύριος, ἀπὸ τοῦ Κυρίου τὴν ἐπωνυμίαν ἔχον, ἀφ’ οὗ καὶ μεταδίδεται, καὶ ὁ Κύριος ἀπὸ τῆς εἰκόνος πνεῦμα· ἐπεὶ καὶ ὁ Θεὸς πνεῦμα ἀπ’ αὐτοῦ προσηγόρευται. Οὐ δὲ τρεῖς (3) θεοὺς, οὔδε τρεῖς κυρίους, οὔδὲ τρία πνεύματα διὰ τοῦτο ποιητέον, ἀλλὰ τῆς Τριάδος τὴν ἐνωσίαν ἐν τῇ κοινωνίᾳ τῶν ὀνομάτων ἐπιγνωστέον. Καίτοιγε οὐ πρὸς τοσοῦτον ἀπονοίας","prev":{"citation":"Adversus Eunomium (Libri 5) 792.1","label":"792.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/792.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/792.1"},"next":{"citation":"Adversus Eunomium (Libri 5) 794.1","label":"794.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/794.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/794.1"},"credit":{"text":"Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000605","quality":"ocr"}}