{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Adversus Eunomium (Libri 5) 804.1","citation":"Basilius, Adversus Eunomium (Libri 5) 804.1","ref":"804.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/804.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/804.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/804.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol"},"work":{"title":"Adversus Eunomium (Libri 5)","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5","urn":"urn:cts:greekLit:tlg2040.tlg019"},"verse":false,"words":401,"text":"2. Ἐὰν δὲ λέγωσιν· Οὐ λαλεῖ ἀφ᾽ ἑαυτοῦ τὸ Πνεῦμα, ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ λαλήσει· λέγομεν αὐτοῖς· Οὐδὲ ὁ Υἱὸς ἀφ᾽ ἑαυτοῦ λαλεῖ· Ἄλλ᾽ ὁ πέμψας με, φησί, Πατήρ, ἐκεῖνός μοι εἶπε τί εἴπω καὶ τί λαλήσω· πάντα γὰρ δσα λαλεῖ τὸ Πνεῦμα καὶ ὁ Υἱὸς, τοῦ Θεοῦ εἰσὶ λόγια. Καὶ διὰ τοῦτο Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφελιμὸς ἐστιν, ἀπὸ τοῦ Πνεύματος λαληθεῖσα. Καὶ γὰρ ἀληθῶς τοῦτο δεῖκνυσι μὴ εἶναι τὸ Πνεῦμα κτίσμα, ἐπειδὴ πᾶσα ἡ λογικὴ κτίσις ποτὲ ἀφ᾽ ἑαυτῆς (71) λαλεῖ, ποτὲ τὰ τοῦ Θεοῦ, ὡς ὅταν λέγῃ Παῦλος· Περὶ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γινώσκω δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου. Τοῖς δὲ (72) γεγαμηκοσὶ παραγγέλλω οὐκ ἐγώ, ἀλλ᾽ ὁ Κύριος· καὶ ὁ προφήτης· Ὦ Κύριε, πλὴν κρίματα λαλήσω πρὸς σὲ· τί δτι ἀσθεεῖς (73) εὐδοδοῦνται; καὶ πάλιν· Οἱ μοι, μήτερ, ὡς τίνα μ᾽ ἐτεκες; Ποτὲ δὲ λέγει· Τάδε λέγει Κύριος. Καὶ ποτὲ Μωϋσῆς· Ἱσχύρωνος καὶ βραδυγλώσσος εἰμὶ ἐγώ. Ποτὲ δὲ ὁ αὐτὸς· Τάδε λέγει Κύριος· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ. Τὸ δὲ Πνεῦμα οὐχ οὕτως. Οὐ γὰρ ποτὲ τὰ ἑαυτοῦ λέγει, ποτὲ δὲ τὰ τοῦ Θεοῦ· τοῦτο γὰρ ἦν κτίσματος. Ἄλλὰ πάντα τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ εἰσὶ λόγια· ὁμοίως καὶ τὰ τοῦ (74) Υἱοῦ. Διὰ τοῦτο οὐδὲ ὁ Υἱὸς λαλεῖ ἀφ᾽ ἑαυτοῦ. Ὁ γὰρ πέμψας με, φησί, Πατήρ, ἐκεῖνός μοι εἶπε τί εἴπω καὶ τί λαλήσω· οὐ μανθάνων, τοῦτο γὰρ ἦν ἀτελοῦς καὶ ἀμαθοῦς· ἀλλ᾽ ὅτι δσα ὁ Πατήρ, διὰ τοῦ Υἱοῦ ἐν Πνεύματι λαλεῖ. Καὶ πάλιν γέγραπται· Οὐδεὶς οἶδεν τὸ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· καὶ πάλιν· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ (75), καὶ τὰ βάθη τοῦ Θεοῦ. Ἐὰν δὲ λέγωσι, ὅτι τὸ ἐρευνῶν οὐκ οἶδε, καὶ διὰ τοῦτο ἐρευνᾷ· ἐροῦμεν, ὅτι καὶ ὁ Θεὸς ἐρευνᾷ τὰς καρδίας τῶν ἀνθρώπων. Καὶ διὰ τῶν προφητῶν (76) λέγει· Ἐρευνήσω τὴν Ἱερουσαλὴμ μετὰ τοῦ λύχνου. Καὶ πάλιν γέγραπται· Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ; καὶ πάλιν· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οἴκει; καὶ πάλιν· Ὑμεῖς δὲ (77) οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ᾽ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἴκει ἐν ὑμῖν. Καὶ πάλιν γέγραπται· Καὶ ταῦτά τινες ἦτε, ἀλλ᾽ ἀπελούσασθε, ἡγιασήστε, ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου (78) Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ","prev":{"citation":"Adversus Eunomium (Libri 5) 803.1","label":"803.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/803.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/803.1"},"next":{"citation":"Adversus Eunomium (Libri 5) 805.1","label":"805.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/805.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/805.1"},"credit":{"text":"Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000605","quality":"ocr"}}