{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Adversus Eunomium (Libri 5) 807.1","citation":"Basilius, Adversus Eunomium (Libri 5) 807.1","ref":"807.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/807.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/807.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/807.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol"},"work":{"title":"Adversus Eunomium (Libri 5)","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5","urn":"urn:cts:greekLit:tlg2040.tlg019"},"verse":false,"words":382,"text":"A αὐτοῦ δύναμι. Καὶ πᾶρεστι πανταχοῦ τῷ ἐκπέμποντι αὐτὸ Θεῷ ὁμοιούμενον, καὶ κατὰ τὸ εἶναι, καὶ κατὰ τὸ πανταχοῦ καὶ ἐν πᾶσιν ὁμοίως εἶναι. Καὶ εὐαγγελιζόμενος τὴν Μαρίαν ὁ Γαβριήλ, καὶ ἄλλος ἄλλοχόῦ τινὰ τῶν ἁγίων· καὶ προσφεύων ἕκαστος τῶν προφητῶν· καὶ Παῦλος ἐν 'Ρώμῃ εὐαγγελιζόμενος· καὶ Ἰάκωβος ἐν Ἱερουσαλήμ· καὶ Μάρκος ἐν Ἀλεξανδρείᾳ· καὶ ἄλλος ἐν ἄλλῃ πόλει, ἐπληροῦντο τῷ Πνεύματι, οὐδὲνς διαστήματος χωλίζοντος ἐν τῷ αὐτῷ ἐνεργεῖσθαι τὴν αὐτὴν χάριν. Καὶ θεὸς ἐστι διὰ τοῦτο ἕκαστος τῶν ἁγίων. Ἐρῆται γὰρ πρὸς αὐτοὺς παρὰ τοῦ Θεοῦ· Ἐγὼ εἶπα, Θεοὶ ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· καὶ, Θεὸς Θεῶν, δηλονότι τῶν ἁγίων, Κύριος ἐλάλησε· καὶ, Ὁφθήσεται ὁ Θεὸς τῶν Θεῶν ἐν Σιὼν, δηλονότι τῶν ἁγίων. Ἀνάγκη δὲ τὸ θεοὺς αἴτιον τοῦ θεοὺς εἶναι θεῖον Πνεῦμα καὶ ἐκ Θεοῦ εἶναι (93). Ὡς γὰρ τοῖς καυστικοῖς αἴτιον τοῦ καυστικοῦς εἶναι, ἀνάγκη καυστικὸν εἶναι, καὶ τὸ ἅγιος αἴτιον τοῦ ἁγίου εἶναι ἀνάγκη ἅγιον εἶναι· οὕτω καὶ τὸ θεοὺς αἴτιον τοῦ θεοὺς εἶναι ἀνάγκη Θεὸν εἶναι (94). Οὕτω δὲ τοιούτου ἀγαθοῦ καὶ θείου ὄντος κτήματος τοῦ Πνεύματος, πιστεύσας ἤδη τῷ τοιούτῳ, Χριστὸν τὸν τοῦτο χορηγὸν ἐπιζητεῖν μὴ δειλῶ. Οὐδὲς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Καὶ ἣν προΐσται δὲ ζωὴν εἰς ἄλλου ὑπόστασιν τὸ Πνεῦμα, οὐ χωρίζεται αὐτοῦ, ἀλλ’ ὡσπερ πυρὸς τὸ μὲν ἐστὶν ἡ συνοῦσα θερμότης, τὸ δὲ, ἣν παρέχει τῷ ὕδατι, ἢ ἑτέρῳ τινὶ τῶν τοιούτων, οὕτω καὶ αὐτὸ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ζωὴν· καὶ οἱ μετέχοντες αὐτοῦ ζῶσι θεοπρεπῶς, ζωὴν θελαν καὶ οὐράνιον κεκτημένοι. Πάντα γὰρ ἐν ἑαυτῷ τὰ ἀθάνατα περιέχει· νοῦν πάντα, ἄγγελον πάντα, ψυχὴν πᾶσαν, καὶ οὐδὲ ζητεῖ μεταβολήν, εὖ ἔχον, οὐδὲ μετελθεῖν, πάντα παρ’ ἑαυτῷ ἔχον. Ἀλλ’ οὐδὲ αὔξησιν ἐπιζητεῖ, τελειότατον ὄν. Διὸ καὶ παρ’ αὐτῷ πάντα τέλεια, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, σοφία, σύνεσις, βουλὴ, ἀσφάλεια, εὐσέβεια, γνῶσις, ἁγιασμὸς, ἀπολύτρωσις, πίστις, ἐνεργήματα δυνάμεων, χαρίσματα ἰαμάτων, καὶ ὅσα τούτοις παραπλήσια· οὐδὲν ἔχον ἐν ἑαυτῷ ἐπίκτητον· ἀλλ’ ἀείδιως πάντα ἔχον, ὡς Πνεῦμα Θεοῦ, καὶ ἐξ αὐτοῦ πεφυὸς (95), αἴτιον αὐτὸν ἔχον ὡς (96) πηγὴν ἑαυτοῦ, καὶ ἐκεῖθεν πηγάζον. Πηγὴ δὲ καὶ αὐτὸ τῶν προειρημένων ἀγαθῶν. Ἄλλα τὸ μὲν ἐκ Θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι· τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσι. Τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ· ἐξέχεεν, οὐκ ἔκτισεν (97)· ἐχαρίσατο, οὐκ ἐποίησεν· ἔδωκεν, οὐκ ἐδημιούργησεν. Ἐκ πασαλ-","prev":{"citation":"Adversus Eunomium (Libri 5) 806.2","label":"806.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/806.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/806.2"},"next":{"citation":"Adversus Eunomium (Libri 5) 808.1","label":"808.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/808.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/808.1"},"credit":{"text":"Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000605","quality":"ocr"}}