{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"De Baptismo Libri Duo 791.1","citation":"Basilius, De Baptismo Libri Duo 791.1","ref":"791.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/791.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/791.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/791.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol"},"work":{"title":"De Baptismo Libri Duo","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo","urn":"urn:cts:greekLit:tlg2040.tlg052"},"verse":false,"words":383,"text":"16. Τὴν τοίνυν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ περὶ τῆς ἀφέσεως τῶν ἡμετέρων ἁμαρτη- 12 μάτων οἰκονομίαν διὰ τῆς μέχρι θανάτου ἐνανθρωπήσεως προσθεῖς ὁ Ἀπόστολος, δυσωπητικώτερον καὶ ἀναγκασιτικώτερον ἡμᾶς παιδεύει χειριζόμενος νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, ἵνα, ὡσπερ ὁ Χριστὸς ἀποθανὼν δι’ ἡμᾶς καὶ ἐγερθεὶς ἐκ νεκρῶν ὑπὲρ ἡμῶν, οὐκέτι ἀποθνῄσκει, οὕτω καὶ ἡμεῖς, βαπτισθέντες εἰς τὸν θάνατον ἐν τῷ ὀμοιώματι, ἀποθάνωμεν τῇ ἁμαρτίᾳ· καὶ διὰ τῆς ἐκ τοῦ βαπτίσματος ἀνόδου, ὡσπερ ἐκ νεκρῶν ἐγερθέντες, ζήσωμεν τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, καὶ μηκέτι ἀποθάνωμεν, τοὔτ’ ἐστι, μηκέτι ἁμαρτήσωμεν· διότι· « Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. » Καὶ ὡσπερ ἐκεῖνον ὁ θάνατος οὐ κυρieuσei, οὕτω καὶ ἡμῶν μηκέτι κυριεύσῃ ἡ ἁμαρτία· τελευτῆσι, μηκέτι αὕτη ποιῶμεν. Καὶ ὅτι· « Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας » ἀπαλλοτριωθέντες δὲ τῆς τοιαύτης δουλείας κατὰ πάντα τρόπον, ὡς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπών· « Οὐ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, » ζήσωμεν τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ ἐλευθερώσαντι ἡμᾶς, καθὼς γέγραπται· « Χριστὸς ἡμᾶς ἐξηγόρασεν 13 ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. » Πολὺ δὲ πρότερον τῆς ἁμαρτίας, δηλονότι χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς γέγραπται· « Ὡσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. Στέχετε οὖν, φησί, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. » Καὶ ὡσπερ αὐτὸς τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὁ δὲ ζῇ, ζῇ τῷ Θεῷ· οὕτω καὶ ἡμεῖς ἐν τῷ τοῦ ὕδατος βαπτισμῷ, ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυροῦ τοῦ θανάτου 14, ἀποθανόντες τῇ ἁμαρτίᾳ ἐφάπαξ, φυλάξωμεν ἑαυτούς, καὶ μηκέτι ἐπανέλθωμεν ἐπὶ τὴν ἁμαρτίαν. Διαμεῖναιμεν δὲ ζῶντες τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ εἰπόντι· « Ὁ ἐμοὶ διακονοῦν ἐμοὶ ἀκολουθήτω, » ἐν τῇ φυλάξειν πρῶτον μὲν τὸ αὐτοῦ τοῦ 15 Κυρίου πρόσταγμα, εἰπόντος· « Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἐμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλά ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. » Ἔπειτα δὲ καὶ τὸ τοῦ Ἀποστόλου παράγγελμα, γράψαντος· « Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. » Κατροφοῦται δὲ τούτων ἕκαστον, ἐὰν, ἀξία τῆς ἐπουρανίου κλήσεως φρονοῦντες, ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτευώμεθα, καὶ δυνήσωμεν ἀληθεύοντες εἰπεῖν· « Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντες τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι","prev":{"citation":"De Baptismo Libri Duo 790.1","label":"790.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/790.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/790.1"},"next":{"citation":"De Baptismo Libri Duo 792.1-39","label":"792.1 to 792.39","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-baptismo-libri-duo/792.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-baptismo-libri-duo/792.1"},"credit":{"text":"Basilius Theol., De Baptismo Libri Duo. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000611","quality":"ocr"}}