{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"De Fide 243.1","citation":"Basilius, De Fide 243.1","ref":"243.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-fide/243.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-fide/243.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-fide/243.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol"},"work":{"title":"De Fide","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-fide","urn":"urn:cts:greekLit:tlg2040.tlg031"},"verse":false,"words":341,"text":"σου, φησιν, τὸ ἀγαθόν· καὶ πάλιν, Πνεῦμα εὐθές· καὶ πάλιν, Τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ὁ Ἀπόστολος (87)· Ὁ νόμος τοῦ Πνεύματος ζῆς ζωῆς. Τούτων οὐδὲν ἐπίκτητον αὐτῶ, οὐδὲ ὑστέρον ἐπιγενόμενον πρόσθεσιν· ἀλλ’ ὡσπερ ἀχώριστον τῷ πυρὶ τὸ θερμαίνειν, καὶ τῷ φωτὶ τὸ λάμπειν· οὕτω καὶ τῷ Πνεύματι τὸ ἁγιάζειν, τὸ ζωοποιεῖν, ἡ ἀγαθότης, ἡ εὐθύτης. Ἐκεῖ τούν ἐσχηκε τὸ Πνεῦμα, ἐκεῖ, ἐν τῇ μακαρίᾳ φύσει, οὐ μετὰ πλήθους ἀριθμουμένου, ἀλλ’ ἐν τῇ Τριάδι θεωρουμένου· μοναδικῶς ἐξαγγελλόμενον, οὐχ ἐμπεριελημμένον τοῖς συστήμασιν. Ὡς γὰρ Πατὴρ εἰς, καὶ Υἱὸς εἰς· οὕτως ἐν καὶ τὸ ἅγιον Πνεῦμα. Τὰ δὲ λειτουργικὰ πνεύματα καθ’ ἕκαστον τάγμα πλήθος ἡμῖν ὑποφαίνειν δυσεξαριθμήτον. Μὴ τούνυν ζητεῖ με τῇ κτίσει τὸ ὑπὲρ τῆν κτίσιν· μὴ καταγάγῃς τὸ ἅγιζον μετὰ τῶν ἁγιαζομένων. Τοῦτο πλήροι ἀγγέλους, πλήροι ἀρχαγγέλους, ἁγιάζει δυνάμεις, ζωοποιεῖ τὰ σύμπαντα. Τοῦτο εἰς πᾶσαν κτίσιν μεριζόμενον, καὶ ἄλλως ὑπ’ ἄλλου μετεχόμενον, οὐδὲν ἐλαττοῦται παρὰ τῶν μετεχόντων. Πᾶσι μὲν τὴν παρ’ ἑαυτοῦ χάριν διδωσιν· οὐχ ἀναλίσκεται δὲ εἰς τοὺς μετέχοντας· ἀλλὰ καὶ οἱ λαβόντες πληροῦνται (88), καὶ αὐτὸ ἐστιν ἀνενδεές. Καὶ ὡσπερ ὁ ἥλιος ἐπιλάμπων τοῖς σώμασι, καὶ ποικιλῶς ὑπ’ αὐτῶν μετεχόμενος, οὐδὲν ἐλαττοῦται παρὰ τῶν μετεχόντων· οὕτω καὶ τὸ Πνεῦμα πᾶσι τὴν παρ’ ἑαυτοῦ χάριν παρέχων, ἀμεῖωτον μένει καὶ ἀδιαίρετον. Πάντας φωτίζει· πρὸς τὴν τοῦ Θεοῦ κατανόησιν, ἐμπνεῖ τοῖς προφήταις, νομοθέταις σοφίζει, ἱεράς τελειοῖ, ἐνισχύει βασιλεύς, καταρτίζει δικαίους, σεμνύνει ἀσφόνας, ἐνεργεῖ χαρίσματα λαμάτων, ζωοποιεῖ τοὺς νεκρούς, λύει τοὺς πεπεδημένους, υἱοθετεῖ τοὺς ἄλλοτριωμένους. Ταῦτα διὰ τῆς ἀνὲν γεννήσεως ἐνεργεῖ. Ἕαν τελῶνην λάβῃ πιστεύσων, εὐαγγελιστὴν ἀποδείκνυσιν· ἐὰν ἐν ἀλίει γέννηται, θεολόγον ἀποτελεῖ· ἐὰν διώκτην εὕρῃ μετανοοῦντα, ἀπόστολον ἐθνῶν ἀπεργάζεται (89), χήρουκα πίστσεως, σκεῦος ἐκλογῆς. Δι’ αὐτοῦ οἱ ἀδυνεῖς ἰσχυροῦ· οἱ πτωχοὶ πλουτίζονται· οἱ ἰδιῶται τῷ λόγῳ σοφώτεροι εἰσι τῶν σοφῶν. Παῦλος ἀσθενής, ἀλλὰ διὰ τὴν παρουσίαν τοῦ Πνεύματος τὰ σκάνδαλα τοῦ χρωτὸς αὐτοῦ ἱσιν παρεῖχε τοῖς ὑποδεχομένοις. Πέτρος καὶ αὐτὸς σῶμα περιεχόμενος ἀσθενείας (90), ἀλλὰ διὰ τὴν ἐνοικοῦσαν χάριν τοῦ Πνεύματος ἡ ἐκπίπτουσα τοῦ σώματος σκιὰ ἀπεδίωκε τὰς νόσους τῶν καταπονουμένων. Πτωχὸς Πέτρος καὶ Ἰωάννης· οὐ γὰρ εἶχον ἀργύριον, οὐδὲ χρυσίον (91)· ἀλλ’ ἐχαρίζοντο ὑγίειαν πολλῶν χρυσίων τιμιωτέραν. Παρὰ πολλῶν γὰρ λα-","prev":{"citation":"De Fide 242.2","label":"242.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/de-fide/242.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/de-fide/242.2"},"next":null,"credit":{"text":"Basilius Theol., De Fide. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000612","quality":"ocr"}}