{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Regulae Morales 417.1","citation":"Basilius, Regulae Morales 417.1","ref":"417.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales/417.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/regulae-morales/417.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales/417.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol"},"work":{"title":"Regulae Morales","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales","urn":"urn:cts:greekLit:tlg2040.tlg051"},"verse":false,"words":361,"text":"μενοι· τῇ σπουδῇ μὴ ὀκνηροί· τῷ πνεύματι ζῶντες· τῷ Κυρίῳ δουλεύοντες· τῇ ἐλπίδι χαίροντες· τῇ ὀλιγίᾳ ὑπομένοντες· τῇ προσευχῇ προσκαρτεροῦντες· ταῖς χρείαις τῶν ἀγίων κοινωνοῦντες (17)· τὴν φιλοξενίαν διώκοντες. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταράσθε. Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαρμόμενοι. Μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς· μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες· προσορώμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων. Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες· μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀπαστοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· Ἐμοῦ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Ἀλλὰ ἐὰν πεινῇ ὁ ἐχθρός σου, ψώμισε αὐτόν· ἐὰν δὲ διψᾷ (18), πότισε αὐτόν. Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νικᾷ τοῦ ἀγαθοῦ τὸ κακόν. ΠΡΟΣ ΚΟΡ. β. Μηδενιὰν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμητῇ ἡ διακονία· ἀλλ’ ἐν παντὶ συνιστάντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀτασθαλίας, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἀγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἀγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ἐπλων τῆς δικαιοσύνης, τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι, καὶ ἀληθεῖς· ὡς ἀγνοούμενοι, καὶ ἐκνηνοσούμενοι· ὡς ἀποθνῄσκοντες, καὶ ἰδοὺ ζῶμεν· ὡς παιδευόμενοι, καὶ μὴ ἀνακτοῦμενοι· ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοί, πολλοὺς δὲ πλουτίσαντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. ΠΡΟΣ ΚΟΡ. β. Λοιπὸν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε (19), τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε. ΠΡΟΣ ΓΑΛ. Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια, ἀγνεία (20). ΠΡΟΣ ΕΦΕΣ. Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἓν σῶμα καὶ ἕν Πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. ΠΡΟΣ ΕΦΕΣ. Γίνεσθε οὖν εἰς ἀλλήλους χρηστοί, ἐυσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν","prev":{"citation":"Regulae Morales 416.2","label":"416.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales/416.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/regulae-morales/416.2"},"next":{"citation":"Regulae Morales 418.1","label":"418.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/regulae-morales/418.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/regulae-morales/418.1"},"credit":{"text":"Basilius Theol., Regulae Morales. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000653","quality":"ocr"}}