{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 115.1-32","citation":"Basilius, Sermones Xli 115.1-32","ref":"115.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/115.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/115.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/115.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":293,"text":"ἄμιλλαν· γνώμης ἀρετῆς, καὶ χάριτος θαύματα· νύσσαν τὸν μάρτυρα, τὸν κατὰ τὴν γνώμην εὐδόκιμον. τὴν κατὰ Χριστὸν οἰκονομίαν ἐφύτευσε, καὶ μεθ' ὀρκον ὁ Θεὸς εὐηγγελίζετο, λέγων· Ἄμοσα Δαυὶδ τῷ δούλῳ μου. Ἐως τοῦ αἰῶνος ἐτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. Καὶ πάλιν βεβαιῶν τὸν ὀρκον, ταῖς ἐπαγγελίαις προσετίθησι· Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου. Τοῦτο συνετρίβεν ὁ Πέτρος, ἐκ τῶν ἀποστόλων χορυφίας, ἔδρα· Ἄμοσε τῷ Δαυὶδ ὁ Θεός, ἐκ καρποῦ τῆς σάρκος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσει τὸν Χριστόν. Εἰ δὲ τούτου χαρπός, ὁ Χριστός, πῶς οὐκ ἐντίμως ἡ βίλα; τῶν προφητῶν τὴν τιμὴν ἀγγελλόντων· Καὶ ἔσται ἐκ τῆς βίλης Ἰσσαυ, καὶ ἀνιστάμενος ἄρχειν ἔθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας αἰῶνων. Ἀμήν. ΑΟΓΟΣ ΙΕ'. Τοῦ αὐτοῦ εἰς τὸν Δαυὶδ. α'. Οὐτε τοῦ πελάγους ἀξάμενος πλωτὴρ τὴν ἡσυχίαν ἀκίνδυνος, ἀλλὰ τῆς νεὼς τὰ ἱστία πετάσας τὸν τῆς θαλάττης Δεσπότην παρακαλεῖ κατὰ πρύμναν τὸ πνεῦμα δωρήσασθαι, ἵναι δὲ τὴν θαλάττης δρόμον διανέξαμενος, τοῖς λιμέσιν εἰσέλαι τὸ σκάφος· οὔτε πύργον τις ἐγείρει προθέμενος, ἡμέργον ἔχων καταλείψει τὸ οἰκοδόμημα, καὶ τὴν τῶν ὁρώντων αἰσχύνην λογιζόμενος, καὶ τοῦ ποθουμένου τὴν στέρην. Καὶ ζωγράφος, καὶ πλάστης, ὁ μὲν τοῖς χρώμασιν, ὁ δὲ χαλκῷ τὰς τῶν ἀνδρῶν ἀριστείας ἀνατυπῶσας, τὰτε παῦσι τὴν τέχνην ἐκάτερος τῆς ἐνεργείας ἰστάμενος, ὅταν αὐτοῖς ἡ χεὶρ ὁδεύουσα τὰ τῆς φύσεως ἴχνη θηρεύσῃ. Φέρε δὴ οὖν καὶ ἡμεῖς, ἐπειδὴ τῶν τοῦ Δαυὶδ κατορθωμάτων ἡμάθαμε, καὶ χάριτος πέλαγος εἴδομεν, καὶ τοὺς ἐν τῇ ψυχῇ τοῦ δικαίου λιμένας ἐθεασάμεθα (55), καὶ τοῦ πύργου τὸ εἴδος ἀπεῖδομεν (55'), καὶ τὰς ἐκ προσομιῶν κατὰ δαιμόνων ἀριστείας τοῦ νέου προφήτου καὶ βασιλέως ἐθεασάμεθα· δεῦρο, καὶ πρὸς τὰ ἐνδότερον τῆς ἱστορίας ἔλθωμεν, καὶ θεασώμεθα γνώμης καὶ χάριτος","prev":{"citation":"Sermones Xli 113.1","label":"113.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/113.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/113.1"},"next":{"citation":"Sermones Xli 115.35-38","label":"115.35 to 115.38","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/115.35","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/115.35"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}