{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 120.1","citation":"Basilius, Sermones Xli 120.1","ref":"120.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/120.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/120.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/120.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":328,"text":"ἵνα φθόνου νικήτην τὸν ἀθλητὴν ἀπεργάσται. Συγχωρῇ τὴν πείραν, ἵνα στεφανώσῃ τὴν γνῶμην. \"Ἐγὼ ταύτην πάλιν ὁ προστάτης τῶν ἀθλούντων Ἰωβ, ὡς τοσσούτων συμφορῶν νικᾶσας ἐπαρχίζει τὸν διάβολον, ὡς μηδὲ χρόνου χώραν (67) τῷ πένθει καταλείπεσθαι. Τίς οὖν ὁ χαρπὸς τῆς τῶν παθῶν συγχωρήσεως; Γέγονεν αὐτῷ θεάτρον ἀγωνιζομένων ὁ κόσμος· οὐρανὸς τὸν τῆς νίκης στέφανον ἐπέλεξεν. Ἰδὼν δὲ καὶ τὸν Ἰωσὴφ ἀπραγμονῶνς δείξαι τῆς Αἰγύπτου πάσης ἡγεμονεύουσαν, ἀλλ' οὐχ ἂν ἐγνωμεν τὸν δοῦλον τῇ τάξει, δεσπότῃ τοῖς πράγμασιν· οὐχ ἂν εἴδεν Αἴγυπτος σωφροσύνης ἀγωνιστήν, καὶ δεσποίνης ἀκολάστου τὸν οἰκέτην δεσπότην διὰ σωφροσύνης γενομένον. Τοῦτον κληρονόμος, καὶ νῦν ὁ Δαυὶδ· ὧν γὰρ τοὺς τρόπους ἑστάσατο, τούτων τοὺς πειρασμοὺς ὑποδέχεται, τούτων τοῖς ἄθλοις ἐμπωλιτεύεται. Ὁ μὲν οὖν Γολιάθ κατεῖχετο φόνῳ, ὁ δὲ Σαοὺλ ἐτέτρωτο φόβῳ, καὶ μετὰ τὴν νίκην ὁ Δαυὶδ τὴν ἀμέτρητον τοῦ προφήτου καὶ πραότητα καὶ χρηστότητα ἐνδείκνυται. Πάλιν γὰρ ὁ Σαοὺλ ἐν μανίᾳ, καὶ ὁ βασιλεύων ἐν παραφορᾷ, καὶ πάλιν ὁ Δαυὶδ τὴν τῆς ἰατρείας μεταχειρίζεται λύραν, ἀντὶ φαρμάχου ἐπάγων τῷ πάλαι τὸ μέλος. Ὁ τῆς προφητικῆς ἀγαθότητος· οὐχ ὀργίζεται τῷ φθονούντι, οὐ μνησικακεῖ τῷ μισοῦντι, οὐ παρακολάζει κολαζόμενος. Καὶ τί δὴ τοῦτο λέγω; Οὐδὲ βραδέως ἐπὶ τὴν λύραν ἐλήλυθεν, ἀλλ' ὡς εὐεργέτης ἰώμενος κατεπεῖγετο, ψαλμὸν ἐγείρων κατὰ τοῦ δαιμόνος σύμαχον. Ἄλλ' οὐχ ἐνίκησε τὴν ποθηρίαν χρηστότης. Μικρὸν γὰρ τῶν δυσωμιῶν τοῦ δαιμόνος ἀναθεὶς ὁ Σαοὺλ (68), καὶ τὴν τοῦ πάθους ἀχλὺν ἀποθέμενος, ἐπιγνοὺς τὸν παρόντα, τὸ ξίφος ἐξέπεμψε (69), μισθὸν ἰατρείας τὸν φόνον δωρούμενος, ὥσπερ διὰ τοῦτο νήφας, ἵνα πάλιν ὑπηρετήσῃ τῷ φθόνῳ. Πάλιν ὁ φθόνος ἀλλάττεται, καὶ μεταβαίνει πρὸς νόσον ἡ νόσος, καὶ καλεῖ πάλιν διὰ τοῦ φόβου τὸν δαίμονα, καὶ πέμπει κατὰ τοῦ Δαυὶδ τὸ δόρυ, τὴν ὀργὴν ἐνδεικνύμενος. Δέχεται δὲ τὴν πληγὴν ὁ τοῖχος σπιλτεύων τὸν ἐλεγχόν. Οὐ γὰρ ἠμέλησεν ὁ πάντα ὁρῶν ὀφθαλμὸς, οὐδὲ γέγονε τὸ ξίφος τῆς θείας προνοίας ἀξύτερον. Οὕτως ὁ Δαυὶδ ἐξησπάζετο, καὶ ὁ λίθος τὴν πληγὴν ἐκομίζετο, στήλη τῆς μαιφόνου χειρὸς διὰ τοῦ πάθους γινόμενος, καὶ φέρων τοῦ φόβου τὰ σύμβολα ἐν ἀντιθέτῃ φύσει καὶ τῆς τόλμης ὑπ-","prev":{"citation":"Sermones Xli 119.2","label":"119.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/119.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/119.2"},"next":{"citation":"Sermones Xli 120.3","label":"120.3","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/120.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/120.3"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}