{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 132.1","citation":"Basilius, Sermones Xli 132.1","ref":"132.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/132.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/132.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/132.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":334,"text":"γιςμου τὴν κλοπὴν· βοηθεῖ δὲ τῇ κλαπέντι, καὶ οὐ Ἀ βραδεύει τὴν νίκην τῷ πλήττειν. Ἄλλὰ πάλιν τὴν στάσιν τοῦ πεσόντος ἐκδέχεται, καὶ ἀναμάχεσθαι τὴν ἦταν προτρέπεται· καὶ χεῖρα ὀρέγει, καὶ ἀνορθοῖ τὸν παρατεσσόντα, καὶ παραβλέπει τὸ πταίσμα, περιδιεὺει τὸ ἔλκος φιλανθρωπία, τὴν τιμωρίαν ἀποκρυπτόμενος. Ἄξιον δὲ ἰδεῖν τὴν θεραπείας τὸν τρόπον, καὶ μαθεῖν τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸ ὕψος. Κοινὸν γὰρ ἐντεῦθεν ἀνοίγεται τοῖς ἀμαρτωλοῖς ἰατρεῖον· καὶ φάρμακον μετανοίας διὰ μὲν τὸν Δαυὶδ ἐπνεύσθη, πᾶσι δὲ τοῖς δεομένοις ἐδόθη. Πέμπει τὴν Ναδὰν Θεὸς τὸν προφήτην, ἰατρὸν προφήτου γενέσθαι· προστάζας γυμνῶσαι τὸ ἔλκος, δεῖξαι τοῖς ὄμμασι τοῦ πεπονθότος, κἄπεινθεν· ἀνθρώπων εὐελεῖ τὸ φαίνεμενον, πρὸς τὸν ἐν θρόνῳ καθήμενον, πενὶὰ σύντροφον, πρὸς τὸν τοῖς σκήπτροῖς κοσμούμενον· B μονοῦχῃ λέγων· Μὴ φοβηθῆς, ἄνθρωπε, τὴν ἀξίαν· τὸν ἐμὸν οἴκτην ἐπίσταμαι, γνωρίζω τὸν ἐμὸν ἀριστείαν, ὃς οὐ νῦντα τῷ πολεμίῳ διδούς, ἀλλὰ μαχόμενος πέπληχται. Οὐχ ἠλάξεσεν αὐτοῦ τὴν γνώμην τὸ πᾶθος, οὐχ ἡμμεῖς τὴν πρόθεσιν τῇ πράξει· ἀπατηθείς, οὐ βιασθείς, κατενικήκεται· ἀριστεύει, οὐ δραππεύων, τετέλεσται· Πορεύου· σκευὸς γὰρ ἐκλογῆς μοι ἐστιν. Εἰ δὲ φσβὴ τὴν βασιλείαν, ἐγὼ σου χαλεῦσω τὴν γλώτταν, ἐγὼ σου τὴν τῆς ἰατρείας σμῆλην ἐπιθήσω τοῖς λόγοις (94). Ἔρχεται πρὸς τὸν Δαυὶδ ὁ Ναδὰν, καὶ μύθον ὑφαίνει σοφῶς, καὶ χρύπτει τῶν λόγων τὸν ἕλεγχον, καὶ περισκέπει τῷ διγηματι τὸν σίδηρον. Ὑπὸ τὴν γλώτταν φέρει τὸ φάρμακον, καὶ πλανᾷ τὴν αἴσθησιν, ἵνα κινήσῃ πρὸς αἰσθησιν. Ἀπάγγελόν μοι φησι, τὴν κρίσιν ταύτην, C ὦ βασιλεῦ (95). Λόγῳ ζωγραφεῖ δικαστήριον, καὶ καθίζει δικαστὴν κατὰ τοῦ Δαυὶδ τὸν Δαυὶδ. Δυὸ ἀνδρες ἦσαν ἐν πόλει μιᾷ, εἰς πλούσιος, καὶ ὁ ἕτερος (96) πένιχς. Καὶ ἦν τῷ πλουσίῳ ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα· καὶ τῷ πένιχῃ οὐκ ἦν (97) ἀλλ’ ἡ ἄμνὰς μικρά, ἣν ἐκτήσατο καὶ περιεποιήσατο, καὶ ἐδέθρεγεν αὐτήν, καὶ συνετράφη μετ’ αὐτοῦ (98), καὶ μετὰ τῶν τέκνων αὐτοῦ, ἀπὸ τοῦ ἄρτου αὐτοῦ ἤσθιε, καὶ ἀπὸ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδε, καὶ ἦν αὐτῷ ὡς θυγάτηρ. Τρέφει τῷ λόγῳ τὸν πόθον, ἵνα τὴν ἀδικίαν αὐξήσῃ· πλάττει τὸν πέντην τὴν στοργήν, ἵνα διεγείρῃ τὸν Δαυὶδ πρὸς","prev":{"citation":"Sermones Xli 131.2","label":"131.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/131.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/131.2"},"next":{"citation":"Sermones Xli 132.2-133.39","label":"132.2 to 133.39","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/132.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/132.2"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}