{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 137.1","citation":"Basilius, Sermones Xli 137.1","ref":"137.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/137.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/137.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/137.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":352,"text":"βασιλείαν ὑπουργὸν ἀκολασίας, παρανομοῦμένην καὶ ἀξίαν καὶ φύσιν, τοὺς τῆς δικαιοσύνης ὅρους συγχεομένους, θέατρον παρανομίας γινομένην τὴν φύσιν· ταῦτα ὁρῶν, πάλιν τὰς ἐν ἐρήμῳ φωνὰς ἀνεκρούστο· Φωνὴ βοῶντος (20) ἐν τῇ ἐρήμῳ. Ἥρει φωνὴν τὴν τοῦ πάλους τοῦην· ἥρει φωνὴν καυστήρα τῆς νοσοῦσης ψυχῆς· Οὐκ ἔξεστί σοι ἔχειν αὐτὴν (21). Νομοθέτης βασιλεῖς παρανομοῦντος. Ὁ παρθενία βασιλείαν ἀδικοῦσαν φῶν ἀδυνάμενη, Ἥρει γλῶτταν, ὡς ἐν νηδύϊ πάλαι τὸ σκίρτημα· τότε πρὸς ὠδῖνας ὤθει τὴν φύσιν, καὶ κατηγόρει τοῦ τόκου πρὸ τόκου βραδύτητα· καὶ νῦν κατηγορεῖ νοθευομένης τῆς φύσεως, καὶ πέμπει φωνὴν σωφροσύνη ἀστράπτουσαν. Ἀλλὰ τοῦ τῆς φωνῆς φαρμάκου τὸ πᾶθος ἦν ἰσχυρώτερον, καὶ καθάπερ οἱ μανίᾳ ληφθέντες, κατὰ τοῦ ἰατροῦ τὸ ξίφος ἐπανατείνονται, τῆς μὲν θεραπείας ἀξιοῦσιν διὰ τὸ πᾶθος οὐκ ἔχοντες, οἷα δὲ πολεμίαν τὸν ἰατρὸν ἀμυνόμενοι· οὕτως Ἡρῴδης, θυμῷ μὲν φῶνὸν κρατούμενος, φόβῳ δὲ πάλιν τῆς Ἰωάννου δόξης τὴν τιμωρίαν ἀναβαλλόμενος, ἀκούσιον τέως φιλανθρωπίαν ἐνδείκνυται, φυλάττει τὸν ἄνδρα θανάτῳ ταμειευόμενος. Ἀλλὰ ποτε χρόνος τῶν Ἡρώδου γενεσίων ἐφίσταται, λαμπρὰ δὲ ἦν, ὡς εἰκὸς, ἀκολάστου βασιλέως τράπειζα, καὶ εὐωχία τὴν βασιλείαν γνωρίζουσα, καὶ μέθη χορεύουσα, καὶ φρατρίαν δαιμόνων τὸν τόκον καιρόν ἑορτάζουσα. Καίτοι κατηφείαν ἐχρῆν μᾶλλον, καὶ πένθιμον ἄγειν ἡμέραν, καθ’ ἣν τῆς ξένης μοιχείας ἐργάτης ἐτέχθη. Αὐτοὶ δὲ ὅμως τῶν ὠδίνων τὴν μνήμην ἐπανηγύριζον. Ἐν δὲ τούτοις Ἡρωδιάς σεκυσασμένη τὴν ὀρχησιν, τῷ τῆς εὐωχίας εἰσῆλθε θεάτρῳ. Ἡρωδιάς δὲ, ἡ θυγάτηρ δεικνύουσα τοῖς σχήμασι τῆς μητρὸς τὰ διδάγματα, ἀκριτὴς τῆς μητρικῆς ἀκολασίας εἰκῶν ἀναίδει βλέμματι, καὶ περιελυμένῳ σώματι, ρέουσί ψυχῇ, χείρας εἰς ἄερα πέμπουσα, πόδας εἰς ὕψος ἐγείρουσα, ἡμιγύμνῳ τῷ σχήματι, τὴν ἑαυτῆς ἀσχημίαν πανηγυρίζουσα· ἀλλ’ εἶλκυσε τοὺς ἀπάντων ὀφθαλμοὺς ὀρχουμένη, καὶ Ἡρῴδης τῷ τῆς ὀρχήσεως ἐκεκράτητο θαύματι, καὶ μισθὸν τῆς θεωρίας ἑαυτὸν ὑπέθετο· καὶ τῇ χάρι τὴν ἐκλογὴν τῶν δώρων ἐπέτρεπε, καὶ ὅρκος ἡκολούθει ταῖς δωρεαῖς ὑπογράφειν, καὶ τὸ τῆς βασιλείας ἡμίτομον, ζῆλον ὀρχήσεως ἔκειτο. Καὶ ἡ παῖς κοινωνὸν τῆς σκέψεως τὴν μητέρα καλεῖ. Δικάζειν δὲ λαχοῦσα, δανείζει τῷ διαβόλῳ τὴν ψῆφον, καὶ τῆς κατὰ Ἰωάννου μανίαςίας ἐκείνῃ δωρεῖται τὴν χάριν, τοιαῦτα πρὸς τὴν παῖδα ροήσασα· Τί βουλεῦ; τί δεῖ ποιεῖν, ὦ τέκνον ἐμόν; καὶ δωρεὰς προκειμένης ἀγνοεῖς; ὅ ζητεῖς; καὶ γίνεται σοι τῆς αἰτήσεως ἡ σκέψις ὑπέροπτος; τί γὰρ τῆς Ἰωάννου κεφαλῆς","prev":{"citation":"Sermones Xli 136.2-7","label":"136.2 to 136.7","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/136.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/136.2"},"next":{"citation":"Sermones Xli 138.1","label":"138.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/138.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/138.1"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}