{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 151.1","citation":"Basilius, Sermones Xli 151.1","ref":"151.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/151.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/151.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/151.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":350,"text":"A τοῖς πολυχρύσοις θησαυροῖς τῷ παρ' ἡμῶν σοι διδó- μενον. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειρε (52), καὶ περιπάτει. Ἀντὶ ὀβόλου χομίζου τοὺς πόδας, ἀντὶ βραχέως ἄρτου δέχου τὸ λείπον τῆς φύσεως, ἀνθ' ἑτέρας παραμυθίας, τῶν μελῶν τὴν ἐνέργειαν. Τοῦτο πλούτος ἐμός· τοῦτο Πέτρου χρυσός, τοῦτο τῶν ἀποστόλων ἡ δόσις. Ἐγείρε, καὶ περιπάτει. Τοῦτον ἡμῖν τὸν θησαυρὸν ὁ Ναζωραῖος κληρονομίαν κατέλιπεν. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειρε, καὶ περιπάτει. Ἀναπήδησον τοῦ πάθους, ὡς ἐκεῖνος τοῦ τάφου. Δεῖξον Ἰουδαίοις συκοφαντοῦσι τὴν ἀνάστασιν ἔργῳ τῇ ἀναστάντι μαρτύρησον· χήρυξον ποσίν, ἃ γλώτταις ἀπιστοῦμεθα κηρύττοντες· γνώωμε Ἰουδαίους χωλευούσας θεραπείας. Ἐπειδὴ τοίνυν ἀμφισβητοῦσιν περὶ ἡμῶν Ἰουδαῖοι, καὶ παραμέμφονται Χριστὸν ἐκ νεκρῶν ἐγερθῆναι κηρύττοντας, γενου δικαστὴς ἑκατέροις, ἐκ τοῦ σοῦ πάθους τῇ; ἀληθείας φέρων τὴν ψῆφον, καὶ δικαζέτω τὸ πάθος ἀδιωροκητῷ φωνῇ. Τοῖς σοῖς ποσὶν ἐπισημείσθω Χριστός, ὁ παρὰ Ἰουδαίοις ἀμφισβητούμενος. Εἰ μὲν οὖν μετὰ τὴν κλῆσιν ἐπιμένειν τὸ πάθος, εἰ μὴ Χριστοῦ προσήγορια διανίστησι τὸν κείμενον, οὐκ ἀνέστη Χριστός, ἄλυτος ὁ τάφος, μῦθος τὸ τῆς ἀναστάσεως κήρυγμα. Εἰ δὲ προσήσει μόνη Ἰησοῦ, τῶν νεκρωθέντων ὁρώσιν τὴν πράγμασιν τὴν ἀνάστασιν, μὴ συκοφαντεῖτωσαν τὴν ἀλήθειαν. Τί οὖν ἄρχομαι τῆς δίκης; Σὺ δὲ βλέψον εἰς ἡμᾶς, μὴ γενου πρὸς τὰ παρόν θηρευτὴς τὸ βλέπων, ἀλλὰ δικαστὴς ἀναστάσεως. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειρε, καὶ περιπάτει. Εἰ νεκρὸς ὁ καλούμενος, μεινάτω τὸ πάθος· εἰ ἐν τάφῳ Χριστός, ἑχέτωσαν οἱ πόδες μετὰ τὴν κλῆσιν τὸ νόσημα. Εἰ δὲ πατήσας τὸν θάνατον ἀνέστη Χριστός, μαρτύρησον ἔργοις τὸ πάθος, ὡς τάφον ἀποδυσάμενος ἂν ὁρῶντας ἃ μέμφοινται, τῷ σταυρωθέντι προσελθῶσιν. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε, καὶ περιπάτει. Αὐτὰ λέγω τὰ τοῦ παρ' ὑμῶν σταυρωθέντος· γνωρίσματα, οὐ πρὸς τὸ τῆς θεότητος ὕψος ἀνατρέχων τοῖς ῥήμασι, τὰ τῆς σαρκὸς προσφέρω μηνύματα. Ὦ τῆς Πέτρου σοφίας καὶ τόλμης! Ἐνδον ἐν τῷ ἱερῷ Ἰουδαῖοι, καὶ τὴν τοῦ σταυρωθέντος ἀνάστασιν ἀναστάσεως ἀνδριάντα τὸν χωλὸν ἐχάλευσε (53), γλώτταις ψευδομέναις ἀληθεύουσις ἀντεστράτευε πόδας. Ἐγείρε, καὶ περιπάτει. Οὐκ ἀρκεῖ τὸ, ἔγειρε, προσέθηκε καὶ τὸ ἑτερον, περιπάτει. Διττὸν θαυμάζων μάρτυς γενου διπλοῦς. Ἐπειδὴ γὰρ διεδέξατο τὴν ἀνάστασιν ἡ ἀνάληψις, δι' ἑκατέρων παραγγέλλει τῷ πάθει· ἵν' ἡ τούτου φυγὴ μάρτυς γένηται τῆς τῶν εἰρημένων ἀληθεύουσης φωνῆς. Καὶ πιάσας","prev":{"citation":"Sermones Xli 150.2","label":"150.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/150.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/150.2"},"next":{"citation":"Sermones Xli 152.1","label":"152.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/152.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/152.1"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}