{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 159.1","citation":"Basilius, Sermones Xli 159.1","ref":"159.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/159.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/159.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/159.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":397,"text":"πρὸς, ἔλεγεν ἀγῶν πρὸς αὐτόν· Εἰ γὰρ εἰ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Καὶ τοῦ εἰ πρὸς Θεὸν ἐγνώκει φθεγδόμενος, πῶς φοβεῖν πειρᾶται τῇ προστάσει τῆς καταπτώσεως; Θεοῦ γὰρ φύσις οὐ βάθος, οὐχ ὑψος ἐπίσταται. Οὕτω καὶ ὁ ἕτερος εὐαγγελιστὴς τὸν δαιμόνων φωνὴς διηγούμενος· Τί ἡμῖν καὶ σοί. Ἰησοῦ Ναζαρηνέ; Οὐχ ὡς τῶν ἀνθρώπων ποιητήν, ἀλλ’ ὡς τῆς Ναζαρέτ πολιτὴν κεκλήκασιν. Ἀνάλογα πράττε, φησίν, ἡ φαινομένη μορφὴ· ἀνθρώπων βλέποντες ὡς παρὰ Θεοῦ κομιζόμεθα· ὡς ἐξ οὐρανοῦ καταδὺς, οὐχ ἐκ Ναζαρέτ προελθὼν ἐπιφέρεις τὰς μάστιγας· γινώριζε τοῖς ἔργοις τὴν φύσιν. Τί ἡμῖν καὶ σοί, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Τί φῆς, ὦ διάβολε; Τῷ πηξάντι τὰ μέτρα τῶν χρόνων, καὶ θέντι τοὺς ὅρους τῆς κρίσεως, ἀντιδρᾷς; Ἦλθες ἄρα; Ἀλλ’ οὐχ οἶδα φύσιν ἀθάνατον ἐν δοῦλῳ μορφῇ πιστοῦμένην τὴν ἄφιξιν· οὐχ οἶδα Θεὸν τὸν τῶν ὅλων Δεσπότην, τὴν ἐν Δαυὶδ στολὴν περιειλημένον. Τῇ τοίνυν ὄψι πρὸς καταφρόνησιν ἐρεθιζόμενος, τοῖς δὲ τῆς δεσπόσης ἀφανοῦς ἀποφάσεως μαστιγούμενος, μίγνυσι τὰς τῆς ὑπαύτητος ὁμοῦ καὶ ἱκεσίας φωνάς. Τί ἡμῖν καὶ σοί, Ἰησοῦ; Δέομαί σου, μὴ με βασανίσῃς. Δείλως ὁμοῦ καὶ θρασύτητος φωνὰς ἐκπέμπει. Ἐξῆρμένος μὲν ὡς οἰκέτης αὐθάδης, ἱκετεύων δὲ ὡς κατάδικος μαστιγούμενος. Ἦλθες ὧδε πρὸ καιροῦ; Πῶς οὖν οἴδασι τὸν τῆς κρίσεως οὐ παρόντα καιρόν; Πῶς ἐπίσταται πρὸ καιροῦ βασανιζόμενοι; Ἰσασιν ἐξ ὧν πράσσοντες καλᾶσαι ὑποκείμενοι. Καὶ οὐ τασοῦταν παρ’ αὐτοῖς ἔσχυσε τῆς πονηρίας ὁ τρόπος, ὡς τῆς ὑπὲρ ὧν πράττουσι κολάσεως ἐπάγειν τὴν ἀγνοίαν. Ἔωρων δὲ νῦν οὐχ ἐπάγοντα κολασιν, ἀλλ’ ἀναχωρῆσαι ἀνθρώπων τούς πράττοντα. Ἀφ’ ὧν οὖν οὐ χολάζονται, τὸν τῆς κολάσεως οὐ παρεῖναι καιρόν συλλογίζονται. Ἀχθοῦνται δὲ πρὸ κρίσεως τῆς κατ’ ἀνθρώπων τιμωρίας ἀπέχεσθαι κελευόμενοι. Ἐλέγετρὸ αὐτοῖς, φησίν, ἐξέλθετε ἀπ’ αὐτοῦ. Οὕτω πρὸς δικαστήριον εἵλθεν· οὐπω τοῦ βήματος τὸν φόβον ἐδείκνυεν· οὐπω τὴν φλόγα τῆς κρίσεως ἀνέπτην· ἀπειλαὶ δὲ μόναις τὰς ὁρμὰς ἀνεχαίριζε· τοσαύτη μὲν οὖν ἡ τοῦ πάθους περιστασις; Δεῖξαι δὲ τοῖς παροῦσιν ὅμως ὁ Δεσπότης βουλόμενος, καὶ ἐν μέσοις δεινοῖς τὴν περὶ τὸν ἀνθρώπων ἀπόρρητον πρόνοιαν, ἐρωτᾷ· Τί σοὶ ὄνομά ἐστιν; Ὁ δὲ φησίν· Λεγιών, ὅτι πολλοὶ ἐσμεν (78). Οὐχ αὐτὸς τῆς ἐρωτήσεως πρὸς γνῶσιν δεόμενος, ἀλλ’ ἡμᾶς ἐκπαιδεύων, πόσῳ ἀνθρώπινον σῶμα φονεῦσι δαιμονίοις ἐκδοθὲν οὐχ ἀπὠλόλει· ἀλλὰ πλήθος δαιμόνων κατ’ ἕνος στρατευόμενον ἀνελθεῖν οὐχ ἐξίσχυσε. Οὐ κατὰ πετρῶν καττχόντισαν, οὐ μελῆδὸν διενείμαντο, οὐ συνδιεπάρξαν τῷ φορουμένῳ σιδηρῷ τὸν ἄνθρωπον. Ἀλλ’ ἔμεινεν πρὸς τὰς τῶν δαιμόνων τρικυμίας ἀντέχων ἀπορρήτῳ χειρὶ, καὶ ἐν κολάσει φυλαττόμενος. Καὶ τὸ δὴ μεῖζον ὁ εὐαγγελιστὴς ἐπάγει φιλοτιμούμενος· Πολλοις","prev":{"citation":"Sermones Xli 157.2","label":"157.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/157.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/157.2"},"next":{"citation":"Sermones Xli 160.1","label":"160.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/160.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/160.1"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}