{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 162.2","citation":"Basilius, Sermones Xli 162.2","ref":"162.2","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/162.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/162.2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/162.2.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":392,"text":"(88) Ἰνα οἱ δύο. Biblia, Ἰνα οὖνοι οἱ δύο. Ἤκουσα τοῦ Ἰωάννου βοῶντος· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Εἶδον θαυμάτων νιφάδας, εἶδον ἐξουσίαν προστάγματι. Αὐτὸ λέγοντος ἤκουσα · Καθίσεσθε ἐπὶ δώδεκα θρόνους. Ὅρω τὰ μέλλοντα τοῖς τῆς πίστεως ὀμμασι. Προῆρξασεν, ὡς εἴκε, καὶ τὰς τοῦ ληστοῦ φωνάς, ἡ γυνή. Ἐκεῖνος ἐπὶ σταυροῦ τὰς δεήσεις προσφέρει· Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου. Αὐτὴ πρὸ τοῦ σταυροῦ περὶ βασιλείας ἱκετεύει· Εἰπέ ἵνα καθίσωσιν οἱ δύο υἱοί μου, εἰς ἐκ δεξιῶν σου, καὶ εἰς ἐξ εὐωνύμων σου. Ὦ πόθου τὸ πάθος νικῶντος! Ὦ πόθου τὸ μᾶλλον μόνον φανταζομένου! Ἀ χρόνος ἐκρυπτεν, ἡ πίστις κατέγνωκε. Τί οὖν ὁ Σωτήρ; Ἀφεὶς τὴν μητέρα, τοῖς παισὶ διαλέγεται · Δύνασθε πειεῖν τὸ ποτήριον ὁ μέλλω πειεῖν; καὶ τὸ βάπτισμα ὁ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; Ἡ μήτηρ τῆς, εὐκόλως ἐὐργμα τὴν βασιλείαν νομίσασα, καὶ τοῖς αἰτοῦσι τὸ ζητούμενον ἐξ αἰτήσεως περιγενέσθαι μόνης ἐλπίζουσα. Ὁ Δεσπότης Χριστὸς τὸν τῆς κτήσεως τρόπον τοὺς παῖδας ἐδίδαξε · Δύνασθε τὸ ποτήριον πειεῖν; τοῦτ’ ἐστι χαμάτων καρπός, οὐ καὶ τῆς αἰτήσεως δῶρον ὁ ὕδωρ. Δύνασθε βαπτισθῆναι; Ὅδός ἐστι τὸ πάθος, οὐ ὑπὲρ εὐσεβείας χίνυσις βασιλείας πρόξενον. Οὐ ψιλὴ τις αἴτησις, ἀλλ’ ἡ τοῦ πάθους μίμησις τὴν βασιλείαν μνηστεύεται. Εἰ τῆς ἀξίας ἐρᾷς, μέτελθε τοῦ πάθους τὴν κοινωνίαν, φάνηθι συσταυρούμενος, καὶ ὁφθήσῃ συγκαθεζόμενος. Ἄντης τοῖς κάθω (89) τὰ ἄνω. Δύνασθε βαπτισθῆναι; Τί οὖν οἱ παῖδες; Δυνάμεθα. Ὁ πόθος τὸ πάθος ἐφέλκεται. Τί οὖν ὁ Κύριος; Τὸ μὲν ποτήριον πεισθε, καὶ τὸ βάπτισμα ὁ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου, ἢ ἐξ εὐωνύμων μου, οὐκ ἐστίν ἐμὸν δοῦναι. Τί λέγεις, ὦ Δέσποτα; Ὑπὲρ σοῦ πάσχοντες, οὐ παρὰ σοῦ τὰς ἀμοιβὰς κομιζόμεθα; Ἀλείφεις πρὸς κίνδυνον, οὐκ ἐξισχύων ἀμείψασθαι; Οὐκ ἐστι σὸν δοῦναι; Πῶς οὖν ἔδδας· Πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμὰ ἐστιν; Ἐν δὲ τοῖς πᾶσι πάντως καὶ τῆς βασιλείας ἡ δόσις. Ἡ πῶς ἔλεγες· Ὁ Πατὴρ τὴν κρίσιν πᾶσαν ἔδωκε τῷ Υἱῷ; Καὶ τοῦτο ἔδωκε πρὸς τὴν σὴν οἰκονομίαν εὐθύνεται. Υἱὸς γὰρ ὤν φύσει, ἔχεις ἐν φύσει τὴν κτῆσιν. Ὅπου δὲ κρίσεως ἀξία, καὶ ἀνταποδόσεως ἐξουσία. Οὐχ αὐτὸς ἔλεγες · Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν; Οὐχ ἀρτίως ἔδδας· Καθίσεσθε ἐπὶ δώδεκα θρόνους; Καὶ νῦν λέγεις. Οὐκ ἐστίν ἐμὸν δοῦναι; Τί σοι βούλεται τοῦτο; Οὐκ ἐστίν ἐμὸν; Τί λέξιν προσέθηκας Ἀρείῳ πρόφασιν εὐσεβείας παρανοίας; Τί τοῖς σοῖς κατὰ σοῦ σφαιρεῖται ῥήμασι; Τί παρὰ τῆς ἀληθείας εἰκόνος τὸ ψεῦδος δι-","prev":{"citation":"Sermones Xli 162.1","label":"162.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/162.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/162.1"},"next":{"citation":"Sermones Xli 164.1","label":"164.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/164.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/164.1"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}