{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 164.1","citation":"Basilius, Sermones Xli 164.1","ref":"164.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/164.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/164.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/164.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":363,"text":"νελζεται; 'Ο τὴν κτίσιν παραγαγὼν εἰς ἀμοιβάς οὐχ ἀρχεῖς; 'Ο ποιητὴς οὐ στέφανον μετὰ τὴν νίκην τῷ ἀθλητῇ; 'Ἔχομεν τὰς σὰς φωνάς, τῆς σῆς ἰσχύος ἐνἔχυρον. Ἠκολούσαμεν σου βοῶντος· Ἵνα πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα. Τὸ τῆς τιμῆς ἐραμόνιον, πρὸς ἑξουσίαν ἰσόρροπον. Καὶ πάλιν· Ἡ γὰρ ἄρ ποιή ὁ Πατήρ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Τῷ Πατρὶ ποιεῖς ὁμοίως, καὶ οὐχ ἔχεις τὸ διδόναι τῷ Πατρὶ παραπλησίως; Οὐχ αὐτὸς ἔφησας, ὅτι Ὀσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκρούς, καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ; Τί οὖν συνδημιουργὸς τῷ Πατρὶ, συγκαθεδὸς τῷ Πατρὶ, συνδιοικεῖς τῷ γεννήσαντι, ἐγείρεις ὡς ἐκεῖνος, οὐς θέλεις ζωοποιεῖς ὡς αὐτός, καὶ νῦν λέγεις; Οὐχ ἔστιν ἐμὸν δόναι; Διὰ τί; Ἐπειδὴ τῆς τοῦ λαμβάνοντος ἀξίας, οὐ τῆς τοῦ διδόντος ἐξουσίας μόνον τὸ δῶρον. Καμάτων ἀθλον ὁ θρόνος, οὐ φιλοτιμίας τὸ χάρισμα. Ἐκ κατορθωμάτων ὁ θρόνος, οὐχ ἐξ αἰτήσεως ἡ δόσις. Δεῖξόν μοι τὴν σὴν ἀξίαν (90), καὶ βλέπε τὴν ἐμὴν ἐξουσίαν. Ἄν ἀμαρτωλὸς ὑπὲρ πταίσματων δόξηται, κουφίσω τὴν νόσον, καὶ διάλυσω τὸ χρέος· ἂν πέρην δακρύσῃ, δωροῦμαι τὴν ἄφεσιν· ἂν τελώνης ἰκτῇ τὸ στήθος, οὐ' χαράττω τὰ πταίσματα· ἂν ἰητρὸς τὴν θεραπεία ζητῇ, δεικνύω τὴν δύναμιν· θέλω, καθαρίζεται· ἂν νεκρὸς ἐκ τάφου ἀναστῆναι ἴσῃ, τὴν ἐξουσίαν προβάλλομαι· Ἀνάγα, δεῖρό εἰ· ἂν τὸ τυφλὸς περιστάσῃ τὸ φέγγος (91)· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Ἄν δὲ θρόνον τις αἰτῇ, καὶ βασιλείαν ζητῇ, καὶ τὴν ἐκ δεξιῶν καθεδραν ποθῇ, τότε τὴν ἐξουσίαν περιεργάζομαι· τοὺς περὶ ἐξουσίας ἰδρώτας ἀναμαρτυρῶ. Τοῦτων γὰρ ἡ μετ' ἐμοῦ καθεδρα μισθός. Κἄν εὕρω τούτων πάθειον, ἐμὸν ὑπάρχει τὸ δόναι· καλεῖ γὰρ τὴν διδόντος ἐξουσίαν ἡ τοῦ λαμβάνοντος ἀξία. Διὰ τοῦτο οὐχ ἔστιν ἐμὸν δόναι, ἀλλὰ τοῦ Πατρός (92) ἐστι τὸ διδόναι, ἀλλ' οἱ ἡτοιμάσται παρὰ τοῦ Πατρός μου. Εὐτρεπίζει δοκιμῶν ὁ Πατήρ, οὐχ ἀπλῶς χαριζόμενος· ἀναμένει τὸν τρόπον, εὐτρεπίζων τὸ δῶρον. Οὐχ ἔχει τὴν χάριν ἀπλῶς, ἀλλὰ τὴν δωρεὰν ταμιεύεται. Οὐχ ἔστιν ἐμὸν δόναι. Οὐδὲ γὰρ τοῦ Πατρός ἐστι τὸ εἰχὶ τοιαῦτα χαρίζεσθαι. Διὰ τοῦτο τῷ μαρτυροῦντι τὴν βασιλείαν χαρίζομαι· Σήμερον μετ' ἐμοῦ ἔση ἐν τῷ παραδείσῳ. Ὀρῶν γὰρ τὸν πόθον, παρέχω τὸ δῶρον. Διὰ τοῦτο λέγω· Μαθητεύσατε πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.","prev":{"citation":"Sermones Xli 162.2","label":"162.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/162.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/162.2"},"next":{"citation":"Sermones Xli 164.2-165.1","label":"164.2 to 165.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/164.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/164.2"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}