{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 165.2","citation":"Basilius, Sermones Xli 165.2","ref":"165.2","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/165.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/165.2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/165.2.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":301,"text":"136 ΛΟΓΟΣ ΚΕ. Τοῦ αὐτοῦ εἰς τὸ· « Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; » α'. Μωϋσῆς μὲν ὁ τῶν Ἑβραίων παιδευστής, τὴς θεογνωσίας μάθημα τοῖς Ἰουδαίων μέλλων παραδιδόναι παισὶ, προεσκληρύνει τὰς τῶν παιδευομένων ψυχὰς ταῖς Αἰγύπτου κολάσει, καὶ μετασχηματίζει τὴν πίστιν τοῖς ὁσίοις προστάττειν, ἵνα παρασκευάσῃ τὰς γνώμας ἑτοίμους ἔχειν πρὸς τὰ διδάγματα· καὶ φύσεως ὅλης βιάζεται νόμους, ἵνα μοχθηροὺς ἐπισπάσται τρόπους. Μέλλων γὰρ ἔχειν (93) ἐπὶ τῆς ἑρμῆν διδάξαι· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀπιστοῦντας τοῖς λόγοις εἰδὼς, πρῶτον δυσωπεῖ τῇ θέᾳ τὴν λογισμὸν. Δεῖκνυσι γὰρ αὐτοῖς τὸν θεὸν μεταποιοῦντα τὴν κτίσιν, ἵνα καὶ πεισθῶσι πιστωθῆναι. Διὰ τοῦτο ἐν ἡμέρᾳ μὲν γίνεται νὺξ, καὶ φωτὶ μίγνυται σκότος, καὶ πῦρ χαλάζῃ συμπλέκεται, καὶ ποταρὰς μεταβάλλεται, καὶ θάλασσα σχίζεται, καὶ πελάγη πεζεύεται, καὶ φύσις κυμάτων ἀνθρώπων ἴχνὺν διδάσκεται, καὶ μεταμανθάνει τοὺς νόμους ἡ κτίσις, ἵνα δημιουργὸς θεὸς τοῖς ἀνθρώποις πιστευθῇ. Τοιαῦτα μὲν οὖν τὰ Μωϋσέως. Ὁ δὲ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ τῆς εὐσεβείας μάθημα τῷ τῶν ἀποστόλων ἀνακηρύττων χορῷ, οὐ δι' ὧν ἑτέρους κολάζει, διὰ τούτων τούτους παιδεύει, ἀλλὰ τὰς φιλανθρώπους τῶν θαυμάτων πηγὰς ἐκπετάσας, καὶ κοινὸν ἰατρεῖον ἀνοίξας, τῇ τῶν θαυμάτων θεραπείᾳ χειραγωγεῖ τὰς ψυχὰς πρὸς ἐπίγνωσιν. Οἱ γὰρ τὸν ἐν σώματι νόσον λελυθότας λαμβάνοντας, τὴν τοῦ θεραπεύοντος γνῶσιν ταῖς ψυχαῖς προσελάμβανον· καὶ πᾶς τῷ πάθει κρατούμενος, ἣν μὲν εἶχεν ἀπέβαλεν νόσον, ἣν δὲ οὐκ εἶχε προσελάμβανε γνῶσιν. Ἐκεῖθεν παράλυτος τὰ μέλη σφριγώμενος, γνώσεως ὁδὸν εἶχε τὴν ἴασιν. Ἄλλος ἐν σκότῳ τεχθεὶς νυκτὸς (94), προθεσμίαν οὐκ ἔχων ἐν ὀμμασιν, ὁμοῦ τοῦ σώματος ὀφθαλμοὺς καὶ τὴν ψυχὴν ὀψατοῦτο· πηλῷ μὲν τοὺς ἔξωθεν ὀφθαλμοὺς ἀναπλαττόμενος, φωνῇ δὲ τοὺς ἔνδονθεν πλαστουργομένους· ἐπειγέτο γὰρ ὑπὲρ τὴν φάρμακον δεύτερον τῆς διδασκαλίας· ὁ λόγος (95)· Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ θεοῦ; Καὶ ὡμολόγησε τὸ φέγγος τῆς γνώμης· Ναί, Κύριε, καὶ προσεκύνησεν αὐτῷ. Ἐκεῖθεν ἡλαύνετο δαίμων βοῶν·","prev":{"citation":"Sermones Xli 164.2-165.1","label":"164.2 to 165.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/164.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/164.2"},"next":{"citation":"Sermones Xli 165.5","label":"165.5","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/165.5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/165.5"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}