{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 169.1","citation":"Basilius, Sermones Xli 169.1","ref":"169.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/169.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/169.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/169.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":331,"text":"di 2. δεικνύων πέπαι ἐδοα· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Μακαρίζει τὸν Πέτρον, ἵνα τὸν λόγον πιστώσῃ· ἐπαινεί τὴν ἀπόκρισιν, ἵνα τὴν γνώμην χαρίσῃ. Καὶ μετὰ τῶν ἄλλων μαθητῶν διδασκόμενος ὁ Πέτρος, συνεξεφεύγετο (9) τῷ διδασκάλῳ τὴν δόξαν· τότε καὶ αὐτὸς διδασκόμενος, ὅτε διδάσκειν ἐφαίνετο. Μακάριος εἶ, Σίμων Βαριωνά. Ἄλλη διδασκαλία πάλιν ὁ τῆς ἀποκρίσεως ἐπαινος. Οὐ γὰρ ἀπλῶς ἐπαινέεται προαιρεῖται, ἀλλὰ δι’ ὧν ἐπαινέει, τοῦ τοῦ δόγματος ἀκριβείας ἐκκαλύπτει. Βαριωνά, τοῦτ’ ἐστίν, Υἱὲ τοῦ Ἰωνά. Τίς οὖν τοῦ γεννησαντος χρεία πρὸς ἐπαινον; Ἄλλ’ ἐπειδή Υἱὸν με, φησί, κέκληκας Θεοῦ, μάθανε τὸ κατ’ ἐμὲ διὰ τῶν σῶν. Ὦς γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου, οὕτω φέρω πρὸς τὸν ἐμαυτοῦ Πατέρα τὴν τῆς οὐσίας ἐφάμιλλον. Σίμων υἱὸς Ἰωνά. Ἀπαράλλακτος τῆς φύσεως σχέσις. Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Τοῦτο γὰρ ὁ τῆς οὐσίας βούλεται B λόγος. Σὺ εἶ ὁ Χριστὸς ὁ ἀπὸ τῆς οἰκονομίας ἔχων τὸ ὄνομα. Ὦ γὰρ τὴν χριστοειδαν τοῦ δούλου μορφὴν ἐνδυσάμενος, ὁμοῦ τῷ φορουμένῳ καὶ τὴν προσηγορίαν ἐνδύδεται. Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὡς ταυτότητα τῆς οὐσίας τῷ γεννησαντι φέρων· Χριστὸς δέ, ὡς στολὴν φορῶν χριστοειδαν ὑπὸ τοῦ Πνεύματος. Ἡ μὲν οὖν τὴν οὐσίαν παριστῆσιν, ἡ δὲ συμπαραλαμβάνει τῷ φοροῦντι καὶ τὸ φορούμενον. Οὐ μὴν τῷ ἀκτίστῳ τὸ κτίσμα κατ’ οὐσίαν συμπλέκεται, οὔτε ἀγέννητος οὐσία τῇ γεννητῇ κατὰ φύσιν συντίθεται· ἀκτίστος ὁ Υἱὸς, ναὶν ἔχει τὸ κτίσμα· ἀκτίστος ὁ Υἱὸς οἰκονομίαν φέρει τὴν σάρκα (10), πορφυρίδα φορουμένην, ἀχώριστον, συμπληρουμένην. Οὐ γὰρ μέλος, οὐ μέρος (11) τοῦ φοροῦντος· τὸ φορούμενον γίνεται· ὁμερὲς γὰρ C τὸ Θεῶν, καὶ γεννητὴς ἀμοιρον φύσεως· ταύτην τὴν ὁμολογίαν Πέτραν καλεῖς ὁ Χριστὸς, Πέτρον ὀνομάζει τὸν πρῶτως ταύτην ὁμολογήσαντα· γνώρισμα τῆς ὁμολογίας τὴν προσηγoρίαν δωρούμενος. Αὕτη γὰρ ἀληθῶς τῆς εὐσεβείας ἡ πέτρα, αὕτη τῆς σωτηρίας ἡ κρηπίς, τοῦτο τῆς πίστεως τὸ τεῖχος, οὕτως ὁ τῆς ἀληθείας θεμέλιος· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὃς ἐστιν Ἰησοῦς Χριστός. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.","prev":{"citation":"Sermones Xli 168.1","label":"168.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/168.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/168.1"},"next":{"citation":"Sermones Xli 170.3","label":"170.3","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/170.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/170.3"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}