{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 198.1","citation":"Basilius, Sermones Xli 198.1","ref":"198.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/198.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/198.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/198.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":340,"text":"A φησιν, εἰ δυνατόν, τοῦ πάθους τὸν φόβον; Ὀρξ; τοῦ σταυροῦ τὴν παραίτησιν; Ὀρξ; τοῦ Υἱοῦ τὴν ἐλάττωσιν; Καὶ σοφιστεύσεις λόγοις, ἔν τῷ Υἱῷ λοιδορήσωνται. Ἄλλ’ εἰ τοῦ Υἱοῦ ἐντεῦθεν κατηγορεῖς, ὥρα σοι καὶ τοῦ Πατρὸς καταγιγνώσκειν ἀσθένειαν. Πάτερ γάρ, φησίν, εἰ δυνατόν, παρελ-θέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο. Ὅπου δὲ ἀφίλ-θολος ἡ βοήθεια, πρόδηλος ἡ ἀσθένεια. Οὐ γὰρ εἶπε, Παρένεγκε, Πάτερ· δύνασαι γάρ· ἀλλ’, Εἰ δυνατόν, παρελθέτω. Εἰ δουλεύεις τῇ λέξει, προκατηγορεῖς τοῦ Πατρός· εἰ διαβάλλεις τὸν Υἱόν, προδιαβάλλεις τὸ Πνεῦμα. Ὅν γὰρ ἀμέριστος ἡ τιμή, τούτων ἡ ὑβρις κοινή, κατὰ τὴν τοῦ αὐτοῦ τοῦ Κυρίου πρὸς τὸν Πα-τέρα φωνήν·Πάντα τὰ ἐμὰ, σά ἐστιν (96). Ἄλλ’ ἀντεπτάσθων ἡμῖν τὰ ἐξῆς· Πλὴν μὴ τὸ ἐμὸν θέ-λημα,ἀλλὰ τὸ σὸν γενέσθω.Ἄλλ’ πάλιν θελημάτων B διαιρέσεις, ἵνα μὴ μόνον φύσις ἔχῃ τὴν διαφορὰν, ἀλλὰ καὶ ἡ γνώμη τῶν πολεμίων· Πλὴν μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γενέσθω. Ὀρξ, φησίν, ὡς ἄκων τὸ πά-θος εἰσέρχεται; Ἄλλ’ εἰ τὸ πάθος ἀκούσιον, ἀδύνατος ἡ ἀνάστασις. Εἰ παρὰ γνώμην ὁ σταυρός, ἐκ βίας ἡ χάρις· οὐ κατὰ γνώμην ἡ σωτηρία·οὐ βουλομένους ἔσωσε. Τί οὖν ἐβούλετο Παῦλος εὐχαριστῶν, καὶ βούων· Χρι-στός ἠλθεν εἰς τὸν κόσμον ἁμαρτωλούς σῶσαι (97); Τί δὲ πάλιν αὐτὸς ὁ Σωτήρ (98) ἐβούλετο, λέγων· Ἔξουσίαν ἔχω θεῖναι τὴν ἐμὴν ψυχήν, καὶ ἔξου-σίαν ἔχω πάλιν λαβεῖν αὐτήν; Ἔξουσίαν ἀνωτέ-ραν δουλείας, ἔξουσίαν ἀξίας μητέρας, ἔξουσίαν ἀδε-σπότου φύσεως μάρτυρα. Τί δὲ ἔφασκε; Διὰ τοῦτο ὁ Πατὴρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων. Τὸ φίλτρον ἐκούσιον, καὶ C τὸ πάθος ἀδούλητον; Ποῦ δὲ χώραν ἡ περιφανὴς ἔχει φωνή; Ὁ ποιμὴν ὁ καλὸς τίθησι τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων; Τί κλέπτεται καὶ τοῦ ποιμένος; τὴν ἐπιμέλειαν, καὶ τοῦ πάθους τὴν χάριν; Καὶ Παῦλος μὲν ὑπὲρ τῶν Ἰουδαίων σωτηρίας ἀγω-νιζόμενος, ἔλεγεν· Ἠύχόμην ἐγὼ αὐτὸς ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν συγγενῶν (99) μου κατὰ σάρκα. Χριστὸς δὲ ἀδούλητος σώζει τὴν κτίσιν, ὑπὲρ ἧς, ἵνα σώσῃ, τὸ πάθος ὑπέμεινε. esse pro cognatis meis secundum carnem 21. Scilicet darei, passionem sustinuit.","prev":{"citation":"Sermones Xli 197.2","label":"197.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/197.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/197.2"},"next":{"citation":"Sermones Xli 198.2-199.34","label":"198.2 to 199.34","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/198.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/198.2"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}