{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 202.3","citation":"Basilius, Sermones Xli 202.3","ref":"202.3","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/202.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/202.3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/202.3.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":332,"text":"(19) Πυρὶ τὸ Σιναιον περιέβαλεν ὄρος. Hyper- φυγὴς τοῦ πάθους τὴν ἐξουσίαν χρηρῦξας, τὸν ἐλευθερωθέντα νόσων παραπέμπει τῇ νόμῳ, Προσέφερε, λέγων, τὸ δῶρόν σου τῷ ἱερῇ εἰς μαρτύριον. Γινέσθω μοι τῆς θεραπείας μαρτυς ὁ νόμος· καὶ ἐμφραττέσθω τῆς παρανομίας ἡ γλῶττα. Διὰ τοῦτο, καὶ νῦν εἰς οὐρανὸν ἀναβλέπει, ἐπιστομίζων τὸν τῆς ἀντιθείας κατηγορόν· οὐ μὴν ἀλλὰ καὶ παιδεύων ἀνθρώπους τροφῆς ἀπομιμοῦς ἐπινυμώσκειν τὸν τῆς ἀπολαύσεως αἴτιον. Ἡ γὰρ εἰς οὐρανὸν θεωρία, τοῦ θεωροῦντος ὁμολογία. Λαβὼν τοίνυν τοὺς ἄρτους ἔδωκε τοῖς μαθηταῖς δοῦναι τοῖς ὄχλοις· καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν. Ὦ τῶν ὁρωμένων τότε πραγμάτων! Ἄρτοι τοὺς ἄρτους ἀπετίκτον· καὶ τροφῶν αὐτοσχεδίων ἐχόρων αἱ τράπεζαι. Ἄρτοι γεωργικῶν ἱδρῶτων ἐλειόμενοι· οὐκ ἐκ σταχῶν βλαστήσαντες, ἀλλ᾽ ἐκ χειρῶν Δεσποτικῶν ἐξανθίσαντες· καὶ τοι πᾶσα τροφὴ ἀνθρωπίνης προανατέλλουσιν· σὺν ἄροσις γῆς, γεωργῶν καταβολή, ἀέρος εἰς νεφέλας μεταβολή, γένεσις ὑδρῶν, ἀνέμων τροφίμων φορά (21), τροπῶν ἀλλαγαι, σελήνης ἐναλλαγαι, ἀστέρων (a) χεῖρες τρέμουσαι (22), σταχῶν ἀναδρομή, εὐκαιρία τῆς χλοάδος οὐσι πεπανσις, ἀμητοῦ κακοπάθεια, ἀλωνίας ταλαιπωρία, ἡ τῆς μύλης συνεργεία, ἡ ἀφαίρεσις τοῦ περιττοῦ, ἡ τῆς τέχνης διάπλασις, ἡ τοῦ πυρὸς συμμετρία. Ἄπερ ἅπαντα μόνη τῆς Δεσποτικῆς χειρὸς νῦν ἡ ἀφὴ κατειργάσατο. Παρὴν γὰρ ὁ τῆς γῆς τοὺς λαγόνας πρὸς καρποφορίαν ἐγείρων· παρὴν ὁ ταῖς νεφέλαις τὸν οὐρανὸν περιβάλλων· παρὴν ὁ τέχνης σοφίαν τοῖς θνητοῖς δωρησάμενος· παρὴν ὁ φέρων ἅπαντα τῷ ῥήματι τοῦ στόματος αὐτοῦ· παρὴν, ἐν τῇ φορουμένῃ σαρκὶ τὴν παρουσίαν πιστούμενος· ἔδειξεν ἐνὶ θαύματι, τίς ὁ τὰς τῆς κτίσεως ἡνίας κατέχει. Ἔλυσεν Ἰουδαίων παλαιὸν ἐγκλημα, καὶ ἀχόρεστον πᾶθος. Οὐκέτι γὰρ λέγειν ἰσχύσατο (23)· Μὴ καὶ ἄρτον δύναται δοῦναι; Ἴδου γὰρ, καὶ ἄρτοις στενοχωροῦσι τὴν ἔρημον. Διδαχθῆτι σε καὶ τὸν ἐκείνων χοργηγὴν τῶν θαυμάτων, Ἰουδαῖε, συγγένεια. Καὶ ἔφαγον, φησι, καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισεύσον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. Ἰσαρίθμοι γὰρ τοῖς ἀποστόλοις οἱ κόφινοι, ἵνα ἕκαστος ἕνα βαστάζων, ἔχῃ τὸν πόνον τοῦ θαύματος μάρτυρα, καὶ τριβόμενος ὡμὸς παιδεύῃ τοῦ γενομένου τὴν αἰσθησιν, καὶ φυλάττῃ τὴν μνήμην ὁ κόπος. Ἵνα γὰρ μὴ τῷ μεγέθει τοῦ θαύματος τὸν λογισμὸν καταβαπτισθέντες, φαντασίαν τὴν θέαν νομίζωσι· καὶ νοῦς οὐκ ἀρχὼν ἀναβλέπειν","prev":{"citation":"Sermones Xli 202.2","label":"202.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/202.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/202.2"},"next":{"citation":"Sermones Xli 204.1-37","label":"204.1 to 204.37","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/204.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/204.1"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}