{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 227.1","citation":"Basilius, Sermones Xli 227.1","ref":"227.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/227.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/227.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/227.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":259,"text":"ἔχρυστο βασιλεὺς, καὶ προφήται οἱ κρίνοντες τὸν λαόν· καὶ τὴ συμβήσεται τοῖς Ἰουδαίοις τοῖς σταυρώσασιν αὐτόν· λέγει γὰρ οὕτως· Καὶ μετὰ τῆς ἑβδόμης, ἐξολοθρευθήσεται χρῖσμα· καὶ κρίμα οὐκ ἔσται ἐν αὐτῷ. Τὸ κῆρας λέγει ἐν ᾧ ἐχρυστο ὁ βασιλεὺς, καὶ προφήται οἱ κρίνοντες τὸν λαόν καὶ τὴν πόλιν. Καὶ τὸ ἄγιον διαφθορεύσει σὺν τῷ ἡγουμένῳ τῶν ἐρχομένων (18). Τὸν ἡγούμενον δὲ τῶν ἐρχομένων, τὸν Σωτῆρα λέγει. Περὶ δὲ τῶν σταυρωσάντων αὐτὸν λέγει οὕτως· Καὶ ἐκκοπήσεται ἐν κατακλυσμῷ (19)· καὶ ὡς τέλους πολέμου συντετελεσμένου τάξει ἀφανισμοῦ. Τὸν πόλεμον δὲ ἐπὶ Οὐεσπασιανοῦ ἀφανισμοῦ κατακλυσμὸν ὠνόμασεν. Ὅτι δὲ ἔθος τῇ Γραφῇ τὴν αἱματεκχυσίαν τῶν πολλῶν τοῦ πολέμου κατακλυσμὸν ὀνομάζειν, καὶ ἐκ τῆς ὁράσεως τοῦ Δανιὴλ ἐπιμαρτυρεῖ. Λέγει γὰρ οὕτως· Καὶ νιοὶ συνάξουσιν ὄχλον πολὺν δυναμένων πολλῶν (20)· καὶ ἐξελεύσεται ἄρχων καὶ κατακλυσίων· καὶ μετ’ ὀλίγα λέγει· Καὶ ἥξει εὐθηνία· καὶ κατισχύσει βασιλεὺς ἐν ὀχυρώμασι, καὶ βραχίων τοῦ κατακλύζοντος κατακλυθήσονται (21). Εἶτα πάλιν ἐπαναλαβὼν τὴ περὶ τῆς διαθήκης τῆς πρὸς ἡμᾶς τὸν Θεόν, καὶ φυλάσσοντας τὰς ἐντολὰς αὐτοῦ, λέγει· Καὶ δυναμώσει διαθήκην πολλῶν. Ἑβδομὰς μία. Ἔως γὰρ ἑβδομὸν ἔτους μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος, πλεόνων ἀλλεπαλλήλων κακῶν καταλαβόντων τοὺς Ἰουδαίους, πολλοὶ τὴν ἐκδίκησιν θεωροῦντες ἐπίστευσαν εἰς τὸν Σωτῆρα. Καὶ ἐνδυναμωθῆσαν εἰς τὴν Καινὴν Διαθήκην, τὸ γεγραμμένον λέγοντες· C Εἰ δρὰ ἐστὶ καρπὸς τῶν δικαίων (22)· δρὰ ἐστὶν κρύψιμα (23) τῶν ἀποστόλων, τῆς συντελείας τοῦ βαπτίσματος κατὰ τὴν τοῦ ἀγγέλου διήγησιν. Οὗς καὶ μακαρίζων ὁ Δαυὶδ πάλιν μετὰ καὶ τῶν ὑστερον πιστευσάντων εἰς τὸν Σωτῆρα, λέγει· Μακάριοι ὧν ἀφέθησαν αἱ ἁνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Μακάριος ἄνθρωπος ὃν οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.","prev":{"citation":"Sermones Xli 226.4","label":"226.4","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/226.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/226.4"},"next":{"citation":"Sermones Xli 227.2","label":"227.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/227.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/227.2"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}