{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 240.1","citation":"Basilius, Sermones Xli 240.1","ref":"240.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/240.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/240.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/240.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":401,"text":"Ορᾶς ὅπως ἐστὶν ἀκατάληπτος ἡ τούτων κατάληψις· πῶς οὖν εὕρησεις τὰ ὑπὲρ αἱ; Εἰ μὲν γὰρ τὴν σὴν κατελάμβανες ἑαυτὴν εἰκῶσα, καὶ τὴν ἐμὴν ἐξερεύνας σάρκωσιν· μᾶλλον δὲ καὶ τότε τολμηρὸν τὸ γνῶμενον· ἀπειρον γὰρ τὸ μέσον Θεοῦ τε καὶ ἀνθρώπων. Εἰ δὲ μήτε τὴν σὴν, πῶς τὴν ὑπὲρ σὲ σὴν; Φρονεῖν ἔωσαν λοιπὸν οἱ παράφρονες, καὶ τῇ Ἰουδαϊκῇ ἀποστήσασαν μύθης· οἱ λέγοντες ἀδύνατον εἶναι χωρὶς κοινωνίας τῆς πρὸς ἄνδρα, γυναικὰ τεκεῖν. Τί γὰρ μᾶλλον αὐτοῖς δοκεῖ δυσπαράδεκτον, ἐκ γυναικὸς τεχθῆναι, ἢ ἀπὸ γῆς πλασθῆναι; παρθενικῇ κυοφορῆσαι γαστέρι, ἢ τὴν ψυχωθῆναι, καὶ βλέπειν, καὶ λαλεῖν, καὶ ἀκοῦσαι, καὶ τὰ δοκοῦντα πάντα ποιεῖν; Ἔλαβε πάλαι χοῦν ὁ Θεός, καὶ πέπλακεν ἄνθρωπον· Ἔλαβε πάλιν τὸν ἐκ Παρθένου χοῦν, τὴν σάρκα λέγω τὴν ἐξ αὐτῆς, καὶ ὡς οὐδὲν ἑαυτῷ πέπλακε, καὶ ἄνθρωπος γέγονε. Πῶς οὖν οἱ τῷ πρώτῳ πιστεύοντες, πρὸς τὸ δεύτερον ἀντιλέγουσι; Καὶ ἐπ’ ἐκείνου μὲν τὸ παντοδύναμον τῷ Θεῷ μαρτυροῦσιν, ἐπὶ δὲ τούτου τὸ ἀδύνατον αὐτῷ κατηγοροῦσιν. Αὐτὸς γὰρ ἐστὶν ὁ κάκτειν τεουργήσας, καὶ τοῦτο χειουργήσας. Μὴδὲν οὖν ἐπὶ Θεοῦ λεγέσθω ἀδύνατον· ὅπου γὰρ αὐτὸς ἐνεργεῖ, τὸ ἀδύνατον ἀργεῖ. Ἄλλ’ οὐδὲ αἰσχυντὶ τῇ ἀνθρωπίνῃ φύσει, πρὸς φρονίμοις τοὺς ἀληθεῖας κριτάς. Ὅλον γὰρ τὸ σῶμα ἡμῶν ὀργάνου τάξιν ἔχον, οὐκ ἀφ’ ἑαυτοῦ τι πράττειν ἐπίσταται, ἀλλὰ τοῖς ἡμετέροις ὀποργεῖ θελήμασι· δι’ αὐτοῦ γὰρ ἡ ψυχὴ καθάπερ τις μουσικὴς, ἢ τούς τῆς ἀρετῆς ἀναχρούσται φθόγγους, ἢ τούς τῆς κακίας ἀπεργάζεται ψήφους. Μηδεὶς οὖν αἰσχυντὸν εἰδὼς τὸ σῶμα τῶν ἀνθρώπων, καὶ ὡς ἀλλοτρίων τοῦ Θεοῦ διαβαλλέτω· οὐ γὰρ πλάσις καταισχύνει, ἀλλὰ πρᾶξις κατακρίνει (65)· οὐδὲ γὰρ ὀφθαλμοὶ ἢ χεὶρ, ἢ τι τῶν ἄλλων ἀμαρτάνει μελῶν· ἀλλ’ ὁ κακῶς χρώμενος χειρὶ καὶ ὀφθαλμῷ, καὶ τοῖς ἄλλοις μέλεσι. Διόπερ ὁ πάντων Ποιητὴς καὶ Δεσπότης, ἐκ τῆς Παρθένου καὶ Θεοτόκου ἐσχέλε, τῇ μὲν φύσει τῶν ἀνθρώπων ἐκοννώσας· σάρκα γὰρ ἀληθῶς ἐψυχωμένην ἐφόρεσε· τῆς δὲ πράξεως τῶν ἀνδρῶν οὐ μετέλαβεν· Ἄμαρτίαν γὰρ, φησίν, οὐκ ἐποίησεν, οὔτε εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὦ γαστρὸς ἅγια καὶ Θεοδίκου! ἐν ἧ τὸ τῆς ἁμαρτίας διεράγη χειρόγραφον· ἐν ἧ Θεὸς γέγονεν ἄνθρωπος, μένων Θεός, καὶ κυοφορίας ἠνέχετο, καὶ πρὸς τὴν καλὴ ἡμᾶς κατέχε γέννησιν, οὔτε τοὺς πατρικοὺς κανόνας ἠλλοῦς, καὶ τὰς μητρίας ἀγκάλας πληρώσας. Οὐ γὰρ μερίζεται Θεὸς ἐνεργῶν ὅπερ βούλεται· μένων δὲ μᾶλλον ἐν πᾶσιν ἀμέριστος, πρυτανεύει τῷ κόσμῳ τῇ σωτηρίαν. Καὶ Γαβριὴλ μὲν ἐπὶ τὴν Παρθένον καὶ Θεοτόκον ἐρχόμενος, ἀπολυμπάνει τοὺς οὐρανοὺς· ὁ δὲ πάντα πληρῶν τοῦ Θεοῦ Λόγος, καὶ σαρκούμενος ἐν αὐτῇ, τῆς ἐν οὐρανοῖς προσκυνήσεως οὐ χωρίζεται (64).","prev":{"citation":"Sermones Xli 238.2","label":"238.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/238.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/238.2"},"next":{"citation":"Sermones Xli 241.1","label":"241.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/241.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/241.1"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}