{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 241.1","citation":"Basilius, Sermones Xli 241.1","ref":"241.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/241.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/241.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/241.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":380,"text":"\"Ὅπερ γὰρ λόγος, ἐν χάριτι γιγνόμενος ὅλος ἐστὶν ἐν τῇ χάριτι, καὶ ὅλος ἐν τῇ γεννήσαντι νῦν, καὶ ὅλος ἐν τοῖς ἀναγιγνώσκουσιν αὐτὸν οὗτος ὁ Θεὸς Λόγος, μᾶλλον δὲ ὡς εἶδεν ὁ Λόγος, ὅλος ἐν τῷ ἰδίῳ σώματι, καὶ ὅλος ἐν τῷ Θεῷ καὶ Πατρὶ, καὶ τὸν οὐρανὸν πλήρων, καὶ τὴν γῆν περιέχων, καὶ τὴς κτίσεως ἀπάντης περιδραζόμενος. Τίς ἐγχαλέσει Θεῷ τὸ μέτριον; τίς δνειδίσει αὐτῷ τὴν δι' ἡμᾶς πτωχείαν, δι' ἧς ἐπλούτησασιν οὐρανὸν βασιλείαν; Τί φασιν οἱ τὴν ἀνευλαβὴ νοσοῦντες εὐλάβειαν, καὶ φοβούμενοι φόβον (65), οὐ οὐκ ἔστι φόβος : μὴ τι πάθῃ Θεός, ὡς αὐτοὶ νομίζουσι, τὰ πάθη τῶν ἀνθρώπων ἀπαθῶς ἰατρεύων καὶ διὰ τοῦτο ἀπιστοῦντες, εἰ Θεοῦ σαρκοωμένης γένησιν, γυναικὸς ἐπιστεύθη γαστήρ; Οὕτω μᾶλλον δοξάζεται· Θεός· οὕτω μᾶλλον δεῖκνυται· ἀπαθής· ὡς καὶ παθητὸν σῶμα περιβαλλόμενος, καὶ τὸ τῆς θεότητος ἀπαθὲς ἐνδείκνυμενος. Εἰ γὰρ ὁ ἥλιος οὕτως ῥυπαρῶν καὶ δυσόσμων ἐραπτόμενος; τόπων οὐ πάσχει τινὰ μόλυσμην εἰς τὴν αὐτοῦ καθαρότητα, πῶς; οὐχὶ πλεῖον ὁ τῆς δικαιοσύνης ἥλιος εἰς καθαράν ἐπιλαμψας Παρθένον, ἐξ αὐτῆς τε τὸ πανάγιον σῶμα λαβὼν, ἀπαθὴς ἐν αὐτῷ μεμείγνυκεν ὡς Θεός; Τῶν γὰρ ἀνθρώπων ἀρῶν ἀπολλυμένων, καὶ μηδεμιᾶς ἔχοντων ἐλπίδα σωτηρίας, ἐδείχθημεν ὁ Θεός, τῆς διὰ προφητῶν ἡμῖν προκηρυχθείσης· ὡς ἐστι ἀκούσαι τοῦ μὲν Ἠσαίου λέγοντος, Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεσται νιόν· καὶ καλέσουσι (66) τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. ἔσπερ ἐστὶν ἐρμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Καὶ πάλιν, Ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱός, καὶ ἐδόθη ἡμῖν, καὶ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ τὰ ὀνόματα αὐτοῦ, Θαυμάσιος, Βοηθός, Ἰσχυρός, Θεός, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Καὶ ἀλλαχοῦ πάλιν αὐτὸς οὗτος, τῶν ἀλλογενῶν ἔθνων τὴν κοινωνίαν προβλέπων τὴν ἐν Χριστῷ γεννησομένην, οὕτω ῥησι· Τότε συμβεσκηθήσεται λύκος μετὰ ἀρνιόν, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ· καὶ μοσχάριον καὶ λέων καὶ ταῦρος ἄμα βοσκηθήσονται. Καὶ πάλιν· Ἰδοὺ ὁ Θεὸς ἡμῶν αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ὡς ἐλαφὸς ἀλείται χωλός· καὶ τραλὴς ἐσται γλῶσσα μογιλάλων. Τοῦ δὲ Ἰερεμίου κεχραγὸτος ἐν τῷ Βαρούχ· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ ἰσχυθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῖς πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἐδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδί, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτῷ. Μετὰ ταῦτα, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Καὶ ὁ Μιχίας ῥησι· Καὶ σὺ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθά, μὴ ὀλιγιστὸς εἶ (67), τοῦ εἶναι σε ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται","prev":{"citation":"Sermones Xli 240.1","label":"240.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/240.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/240.1"},"next":{"citation":"Sermones Xli 242.2","label":"242.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/242.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/242.2"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}