{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 29.1","citation":"Basilius, Sermones Xli 29.1","ref":"29.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/29.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/29.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/29.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":331,"text":"A δερ ὁ Θεὸς μιαν τῶν πλευρῶν αὐτοῦ, καὶ ὠκοδόμησε τὴν πλευράν, ἣν ἔλαβεν, εἰς γυναῖκα, καὶ πλάσας ἔδειξεν, καὶ νύμφην ἡν πλευράς ἐχαριστο. Διὰ τοῦτο οὐ μιᾷ φωνῇ πρὸς γένεσιν ἐκάτερον ἐκάλεσεν, ἀλλ' ὁρίζει τῇ πλάσει διάστημα προθεσμίας τῇ γνώσει δωρούμενος· ἵνα φύσιν ὁμοίαν πλαττομένην θεώμενος, αὐτὸν ἐκατέρων δημιουργὸν ἐκδιδάσκηται. Καὶ οὐδ' ἐκ τῆς γῆς, ἀλλ' ἐκ τῆς πλευρᾶς τὸ μέλος δανείζεται. Μεριζεί τὸ σῶμα, ἵνα συνάψῃ τὸ φρόνημα, καὶ μία φύσις διαιρεῖται τῇ τέχνῃ τοῦ πλάττοντος, ἵνα μία γνώμη τεχνησθῇ μιμουμένη τὴν φύσιν. Θεώμενος γοῦν ὁ Ἀδὰμ τοῦ οἰκείου μέλους παράδοξον αὔξησιν, καὶ μέλος ἀφρούμενον, καὶ ζῶν πλαττόμενον, περιχαρῶς ἐξέθοσε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σάρξ ἐκ τῆς σαρκὸς μου. Γνωρίζω τὸ μέλος, καὶ τὸ δῶρον ἀσπάζομαι· καὶ τῆς πλευρᾶς μοι τὸ πάθος εἰς πόθον μεθίσταται· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, τοῦτο νῦν ἀληθῶς τὸ νῦν θεωρούμενον, οὐχ ἑκεῖνα τὰ φθασάντα, ὧν τὴν ἑξουσίαν λαβὼν, τὴν θέαν οὐχ ἐπεγόν· ἀλλὰ τοῦτο, τὸ νῦν πρὸς με βλέπον, καὶ σὺν πόθῳ βλεπόμενον, ἐπαυσέ μοι πλανωμένην τὴν θέαν, ἡ ταύτης διαπλάσις. Ἐν ἀγέλαι ζῴων τοσαύταις ὁμοφύς οὐ προσέθελεν· ἐν τοσοῦτοις πλήθεσιν ὀδύρᾳμην τὴν μόνωσιν· ἐν εὐπορίᾳ συνῶν, ὡς ἐν ἔρημῳ διέτριβον· καὶ χωρισθεὶς τοῦ μέλους, τῷ φίλτρῳ δεσμεύομαι· τόπῳ χειρῶται, καὶ πόθῳ συνάπτεται. Ἦκωσεν ἡμῖν τὰς ψυχὰς διασταθᾶς τὰ σώματα. Πῶς ἀλλοτρίαν ἠγήσομαι τὴν [οὐχ'] ἔσχον, ἀλλ' ὑπ' ἐμοῦ λαβοῦσαν τὴν γένεσιν; πῶς οὖν οὐ πάλιν ἐσόμεθα μία σάρξ συνημμένη τῇ φύσει, καὶ πρὸ τούτου τῇ σχέσει (35); Καὶ ὠκοδόμησεν ὁ Θεὸς τὴν πλευράν, ἣν ἔλαβεν, εἰς γυναῖκα. Ὁμοφροσύνης καὶ σωφροσύνης ἡ πλάσις διδάσκαλος. Ἐνὶ ἀνδρὶ μιαν προσαρμόσας γυναῖκα, σωφροσύνης ὑπηγόρευσε νόμους· ἐκ πλευρᾶς δὲ τὴν γυναῖκα νυμφεύσας, θάλπειναι παρ' ἀνδρὸς τὴν γυναῖκα προστάττει καὶ σκέπειν· θάλπεται γὰρ ὁμοῦ καὶ σκέπεται παρὰ τῆς χειρὸς ἡ ὑποκειμένη πλευρά· γυναικὶ δὲ τὴν ὑποταγὴν ἀκρυκτῶς μαρτυρεται (36). Ἐννοοῦσα γὰρ τὸν τόπον τῆς διαπλάσεως, καμπτεῖν πρὸς ὑπακοὴν τὴν προαίρεσιν, ὡς πλευρὰ συνήθῳ, καὶ ὡς ἐκείνη θάλπεσθω. Οὕτως ὁ τῆς δημιουργίας τρόπος, σιωπώμεν ἡ παραίνειει. Ἀκολουθησωμεν τοίνυν τῷ τοῦ Δημιουργοῦντος βουλήματι· αἰδεσθῶμεν","prev":{"citation":"Sermones Xli 28.1","label":"28.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/28.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/28.1"},"next":{"citation":"Sermones Xli 29.2-30.38","label":"29.2 to 30.38","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/29.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/29.2"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}