{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 37.1","citation":"Basilius, Sermones Xli 37.1","ref":"37.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/37.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/37.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/37.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":334,"text":"παραπέμψων τὰ νάματα. \"Εδειξεν οὖν ποτε δελητατὴν ἑρὴν ἑρμὸν ὕδάτων κατάρβυτον, καὶ διψῶσαν ἡμεραν διψῶντων Ἰσρα, καὶ πέτραν νοτίδος ἀμοιρον, μητέρα πηγῶν ἀπειργάσατο. Τοιούτου γὰρ τὸ Θεῖον νικᾷ τῇ δυνάμει, καὶ νικᾶται φιλανθρωπία. Διὰ τοῦτο καὶ τὴν πονηρίαν ὑποβάλλει ταῖς τιμωρίαις, ὅν χολάζει τὰ; γνώμας, τὴν νόσον ἰώμενος. \"Ὁν γὰρ ἐστι Δημιουργός, τούτων ἰατρὸς οὐχ αἰσχύνεται γενέσθαι. Πανταχοῦ μὲν οὖν τῇ Γραφῇ καταλλήλα σκεῖρας τῆς γνώμης τὰ φάρμακα, μάλιστα δὲ ἐν οἷς τὰ κατὰ τὸν Καὶν, καὶ τὸν \"Αβελ ἐδιώριχεν, καὶ καθάπερ στήλαις τοῖς γράμμασι τὴν ἐκατέρου προαίρεσιν ἐδείξεν, ἀρετῆς προτροπὴν, καὶ κακίας φυγὴν καταλιμπάνων τοῖς ὑστερον. Οὐ μὲν οὖν τῶν παλαιῶν ἀνδρῶν τὰς εἰκόνας θεώμενοι, τοῖς ἐπιγράμμασι τὴν ἐκάστου γνώμην θηρεύομεν (55) · Δὲν ὁ μὲν χρόνος· πολλάκις τὴν μνήμην ἐξώλισεν, ἡ δὲ τέχνη χρᾶσιχρωμάτων μειγμένη τὴν φύσιν παλαιωθεῖσαν, νεάζουσαν τοῖς ὀμμασιν ἐδειξεν. Οὕτως ἄρα που καὶ χαλκὸς βίᾳ πυρὸς μαλαχθεὶς, καὶ τοῖς νόμοις τῆς τέχνης παιδεύεις, τὰς μορφὰς ὑπεδέξατο (56) · καὶ τοῖς σχήμασι χρητύτει τὰ πολιτεύματα, πράξεις ἀρχαίας συμπαραπεμπὼν τῷ χρόνῳ, τέρεμους ὁμοῦ καὶ παιδεύσεως τοῖς ὁρῶσι καταλιμπάνων ὑπόμνημα, καὶ τῇ τέρψει τοὺς ὁρῶντας ἀλείφων πρὸς μίμησιν. Οὕτως ἄρα καὶ ὁ μέγας Μωϋσῆς, ὁ τῆς θείας φωνῆς συγγραφεὺς, τὰς τῆς ἀρετῆς ὕλας διὰ τῆς ἱστορίας καταβαλλόμενος, τὰς τῶν προγόνων εἰκόνας ἐνέγραψεν· οὐ χρωμάτων ἀμαυρουμένων καλέσας συνέργειαν, προσφθον δὲ χάριτι τὴν γλῶτταν ἀρδεύσας, παιδεύσιν ἀρετῆς ἀναγράφει τοῖς ὑστερον. \"Αριθμησον τοίνυν, εἰ καὶ σοὶ δοκεῖ, τῆς παρούσης ἱστορίας τὰ κέρδη. Βλέπε πολυειδὴ καρπὸν ἐντεῦθεν ἀναφυόμενον · καὶ πρῶτον ἐκ φιλανθρωπίας σωματικὰς ἐπιφανείας ἀνθρώποις συγκαταβαίνοντα · δεύτερον θυσιῶν ἀνέχόμενον, οὐχ ἵνα πόθῳ χαρίσῃται· ἀνεδεξ γὰρ τὸ Θεῖον· ἀλλ' ἵνα τῶν προσαγόντων παιδαγωγήσῃ τὴν γνώμην, οἷς τιμὴν ὑποπτεύουσιν, τοιούτοις αὐτὸς τιμᾶσθαι σχηματίζομενος. Εἶτα διδάσκει, πόση τῶν δικαίων, καὶ μετὰ θάνατον, ἐπιμέλεια. Οὐδὲ γὰρ ἂν ὑπὲρ τοῦ φόνου τὸν Καὶν ἐκόλασεν, εἰ μὴ τοῦ \"Αβελ καὶ φονευθέντος ἐφρόντιζε. Θνητὴς μὲν γὰρ ζωῆς δίκαιοι φονευόμενοι ἀποστεροῦνται· ἐλπίδος δὲ χρηστῆς οὐδὲ ἀποθανόντες ἐκβάλλονται· μᾶλλον δὲ τῆς πάλιν ἰσχύουσι, συνηγορὸν ἔχοντες κατὰ τοῦ ἁδικηκότος τὸν θάνατον. Καὶ τὸ μέγιστον πάντων, θανάτου λύσιν, καὶ ἀναστάσεως· ὑσφρησιν τοῖς ἀνθρώποις εὐαγγελίζονται. \"Αβελ γὰρ ὁ δίκαιος (57)","prev":{"citation":"Sermones Xli 34.42-36.19","label":"34.42 to 36.19","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/34.42","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/34.42"},"next":{"citation":"Sermones Xli 37.2","label":"37.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/37.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/37.2"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}