{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 57.1","citation":"Basilius, Sermones Xli 57.1","ref":"57.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/57.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/57.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/57.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":354,"text":"στέφανος ἀνακηρύττεται· κοινὸν γὰρ δὲ λάβῃ τῆς νίκης Θεὸν τὸν ἐπὶ τούτοις αὐτὸν ἐκλεξάμενον. Ποιὸν οὖν αὐτῷ πρῶτον ἐν παλαιστρᾷ προτείνει γυμνάσιον; \"Ἐξέλθες ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου (24) καὶ οἴκου πατρὸς εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Γυμνὸς μοι φάνθι τῶν οἰκείων δεσμῶν, συγγενείας ἀπόρρησον γῆς, ἐφ' [ἣς] ἐτέχθης, ἀπόστηθι· πατρὸς καὶ πατρίδος ἀρίστασο. Νίκησον ἀγχυραν φύσεως πρὸς ἀρετὴν γυμναζόμενος, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω. Κρύπτει τὸν τόπον, ἵνα γυμνάζῃ τὸν τόνον. Καλύπτει τὸ πέραν, ἵνα συντελῇ τὸν δρόμον. Ἀφάξει τὴν γνώσιν, ἵνα πρὸς πόθον ἐγείρῃ τὸν ἐν τῇ γῇ δρόμον. Ἐξ οὐρανοῦ δέχου τὸ σύνημμα. Οὐχ ἤν Ἀβραὰμ τῶν θείων προσταγμάτων ἀργότερος, ἀλλὰ συνεργεῖ σύν προθυμίᾳ τοῖς ἐξ οὐρανοῦ παραγγελίαισι (25). Πάλιν περιελύζει τὴν πλοῦτον, καὶ κληρονόμον οὐδέπω χαρίζεται· ἀλλὰ κρεμᾷ τὰς ἐλπίδας, ἵνα βασανίσῃ τὴν πίστιν. Περιέρρεε μὲν οὖν πανταχόθεν τῶν χρημάτων ὁ πλοῦτος· πᾶν δὲ φύσεως τὸν τόκον ἠνείχετο. Καὶ τῆς Σάρρας τὸ ἄγονον ἐσάλευ τὴν τῆς περιουσίας ἀπόλυσιν· καὶ ὁ χρόνος ἔφθει, καὶ ὁ κληρονόμος· οὐχ ἤν ὁ πλοῦτος τὸν ἔχοντα, καὶ διάδοχος οὐχ ἤν. Γῆρας ἐπὶ τὰς τῆς παιδοποιίας ἐλπίδας ἔθετο· πάθος στείρωσεως τοῦ τόκου τὴν προσδοκίαν ἐξάφανεν, ἀλλ' ἡ πίστις ἐνέανεν. Ἐπελάθετο τοῦ πάθους ἡ στείρα, ἐπελάθετο τοῦ γήρως ἡ φύσις, ταῖς ἐλπίσι νικῶσα· εἶχε πρὸ τοῦ παιδὸς τὸν παῖδα, λαβὼν τὴν ὑπόσχεσιν, καὶ πρὸ τῆς γαστρὸς ὁ Ἰσαὰκ ὑπὸ τῆς ἐλπίδος ἐτίκτετο. Ἐπιστεύσε γὰρ, φησίν, Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Οὐκέτι, φησίν, ὁρῶ τῆς Σάρρας τὴν στείρωσιν· οὐχ ἀποβλέπων πρὸς τὸ τοῦ σώματος νέκρωσιν, ἐδεξάμην ψυχὴν ἐκατέρων ἰσχυρότερων. Ἐρρήθης, καὶ ὁ κληρονόμος ἐγγύς. Ἡκολουθεῖ τοίνυν ταῖς ἐλπίσι τὰ πράγματα. Ἐδώκεν ὁ Θεὸς τὸν πρὸ τοῦ τόκου ποθούμενον. Ἔλαβεν, ἔχαιρε, τὴν δόσιν ἠσπάσατο. Ἄγωνισμα πίστεως βρέφος ἐτίκτετο· καὶ φιλοθείας ἠνοίγετο στάδιον. Ἡγνοεῖ σκάμματα ἐτέρου μετὰ τὸν τόκον τηροῦμενος. Ἐμελλε γὰρ ὁ Θεὸς ὑπόθεσιν ἀθλητικὴν τῷ δικαίῳ τὴν γονὴν ἐτοιμάζειν, καὶ διὰ παιδὸς τὴν τοῦ ἀριστέως ἀνδρείαν ζυγοστατεῖν. Ὡς γὰρ τὸ βρέφος, καὶ ψελλίσμασι τῶν γονέων πόθον ἐτίκτετο, καὶ ψελλίζεσθαι τῷ βρέφει τῶν γονέων τὸ φίλτρον, καὶ πᾶς τῶν τεκόντων ὁ πόθος ἀμέριστος εἰς μόνον ἐφέρετο, καὶ πᾶσαι αἱ τῆς φύσεως ἐλπίδες ἐφ' ἑνὸς ἐδεσμεύοντο τέκνου.","prev":{"citation":"Sermones Xli 56.2","label":"56.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/56.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/56.2"},"next":{"citation":"Sermones Xli 57.2","label":"57.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/57.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/57.2"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}