{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 60.1","citation":"Basilius, Sermones Xli 60.1","ref":"60.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/60.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/60.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/60.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":364,"text":"Τὸ δὲ μέγιστον εἰς παρακωβίαν, ὦ γύναι, εἰς αὐτὴν ἦλθε θυσίας, ὁ τοῦ βρέφους ἔχων τὴν ἐξουσίαν. Μόσχον πρῶην προσήνεγκας, Ἰσαὰκ προσενέγκασα, τί τῶν ἀγαθῶν οὐχ ἐλπίζεις; Τοιούτοις νεανικοῖς λογισμοῖς ὁ πρεσβύτης ἐπαιτοῦσας τὴν ψυχὴν κακίζουσαν, καὶ παραθήκας τὴν φρόνη, καὶ σπομώσας τὴν χεῖρα, τὸ τῶν σπλάγχνων θύμα λαβὼν, δρομαῖος ἐπὶ τὸ ὄρος ἀνέπεχε, γηραῖον πόδα διδάξας τῷ δρόμῳ νεάζοντα. Ἐνίκα γὰρ φύσιν, καὶ πᾶθος ὁ πόθος· καὶ γῆρας, εὐσεβείας ὁ τόνος· καὶ πάντα ἠλέγχετο τῷ τῆς φιλοθείας παραχωροῦντα πυρί. Ἀνεπῆδα πρὸς τὸ ὄρος, συνεργὸν τῆς θυσίας αὐτῷ τὸ θαῦμα λαβὼν. Αὐτὸς τε γὰρ τὸ πῦρ καὶ τὸ ξίφος μετεχειρίζετο· τοῖς τῆς θυσίας δὲ ξύλοις, τὸ καλὸν ἱερεῖον τὸν Ἰσαὰκ ἐπεφόρτιζε· καὶ γέγονε συνεργὸν τῆς θυσίας τὸ θύμα. Συμπράττων δὲ τῷ τῷ πατρὶ τὴν θυσίαν ὁ Ἰσαὰκ, καὶ τῷ γεννήσαντι τὴν μέριμναν μεριζόμενος, πεύδων προσφέρει τὸν πατέρα τιτρώσχουσαν· Ἵδοῦ, φησί, τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ τὸ πρόβατον τοῖς εἰς ολοκαύτωσιν; Πάλιν ὑπομιμνήσκων τὸν πατέρα, ὡς τῇ λήθῃ κρατουμένον. Ὦρα μὴ σοι τῆς προθυμίας τὸ τάχος, ὦ πατέρ, ἐκλέγει τοῦ λειπομένου τὴν αἰσθήσιν. Ὦ ῥήματος πατρὸς μὲν ἐπέρου μέσην τὴν χαρίαν τοξεύοντος, τοῦ δὲ Ἀβραὰμ εὐ προσβαίνοντος! Ἀδιακρύτῳ γοῦν πρὸς τὸν Ἰσαὰκ ἀποκρινεῖται, καὶ φωνὴν ἰέται, οὗ πατρὸς ἀπεφθέγχετο· Ὦ Θεός, φησίν, δῆταί δαυὲ πρόβατον εἰς ολοκαύτωσιν, τέκνον. Ἀγνοοῦν προφητεύει τὸ μέλλον, καὶ τὸν παῖδα σοφίζομενος, ἀληθεύει φθεγγόμενος. Πρόβατον καλεῖ τὸν υἱὸν (30), ὃν ὡς πρόβατον προσάγειν ἐπειγεται. Πῶς ἐρρήθη φωνή; Ποῖος ἀπεκρίνατο σπλάγχνοις; Πῶς οὐχ ἐνάρχησε πρὸς τὸν λόγον ἡ γλῶσσα; Πῶς οὐχ ὁμώξας καὶ τὸν παῖδα περιπεπταμένον, ἔρριψε πενθῶν τῆς θυσίας τὰ σύμβολα; Ἦδη μενοῦν ἐπὶ τῆς τοῦ ὄρους χορυφῆς καὶ θυσιαστηρίου ἐσκευάζετο, τὰ ξύλα προσηγάγετο, ὁ Ἰσαὰκ ἐδεσμιεύετο, τὸ ξίφος ἡρπάζετο. Ὦ θεάματος φοβεροῦ! Φιλοστοργία πρὸς φιλοθείαν δικάζεται· καὶ δικαστὴς Ἀβραὰμ ξιφήφορος ἐφέστηκε, καὶ τὴν ψῆφον ὑπογράφει τῷ ξίφει, καὶ τὴν νίκην τῇ φιλοθείᾳ χαρίζεται, ἐπιστραγίζων τοῖς αἵμασι, μάρτυρα τῆς νίκης τὴν θυσίαν ποιούμενος. Πῶς οὐχ ἐνάρχησεν ἡ χείρ; Πῶς τὴν μάχαιραν λαβὼν εἰς στενάζας οὐχ ἐρρήθη; Ὦ φιλοθείας ἰσχύς· ὡ πυρὸς εὐσεβείας, φύσεως φιλόγα νικῆσαντος! Ἄλλ' ὁ μὲν ἀνδρικῶς ἀνατείνειν τὴν δεξιὰν πρὸς τὸν τοῦ βρέφους σφαγὴν· ἀκυψεν δὲ φωνὴ δεσμεύει τὴν χεῖρα. Ἐφθασεν ἡ φωνὴ τὴν σφαγὴν, γέγονε δεξτέρα τοῦ ξίφους ἡ κλῆσις· λόγος ἐπέπετο, καὶ χεὶρ ἐδεσμεύετο· ἄνω","prev":{"citation":"Sermones Xli 59.2","label":"59.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/59.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/59.2"},"next":{"citation":"Sermones Xli 60.2","label":"60.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/60.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/60.2"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}