{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 72.1","citation":"Basilius, Sermones Xli 72.1","ref":"72.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/72.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/72.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/72.1.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":245,"text":"γλῶτα πρὸς ἀξίαν τοὺς λόγους ὑμνήσειεν· Ὁ καὶ μέχρι λόγου πρὸς πολεμοῦντας φιλάνθρωπος, οὐ τοῦ φθόνου μνησθείς, οὐ τῆς ἀδελφικῆς κατηγορίας, οὐ μῶνιτος, οὐ τῶν πραξίν διηγησάμενος, οὐ τοῦ φθόνου τὴν μελέτην (54) ἐχθέμενος, οὐ τῆς γυναικὸς τὸν ἀκύλιστον ἔρωτα, οὐ τῆς ἑαυτοῦ σωφροσύνης, οὐ τὴν ἐκείνης ἐπὶπρεῖν. Ὦ γλῶτα τοῦ Δαυὶδ ἐν φυλακῇ μαλετώσα τοῦτο· Κύριε ὁ Θεὸς μου, εἰ ἐποίησα τοῦτο, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδοδοῦσί μοι κακὰ! Ἄλλὰ γὰρ οὕτω διὰ πασῶν ὀδεύσας τῶν ἀρετῶν, καὶ καθάπερ ἐν πυρί, τοὺς πειρασμούς χωνευθείς, καὶ φανὲς ἀθλητὴς δοκιμώτατος, ὅλον ἀρετῆς τὴν βασιλείαν χωρίζει· διαδέχεται θρόνους τὸ δεσμωτήριον, καὶ γίνεται τῆς Αἰγύπτου δεσπότης, ὁ τῆς μοιχαλίδος δεσμώτης· φύλαξ εὐθυνίας καὶ λιμοῦ κυβερνήτης. Ἀδελφικοῦ γὰρ φθόνου γίνεται θύμιος καὶ δικαστής· καὶ φέρει τροφῆς οὐλέκας (55), τοὺς τῇ πράσει τραφέντας· καὶ τῶν ὀνειρῶν ὀρθοῦται τὰ δράγματα. Λαβὼν τοίνυν τὴν τοῦ ἀμύνεσθαι δύναμιν, εἰδὼν ὅς ἐγένετο. Ἄρα μὴ τοὺς λάμποντας τῆς ἀρετῆς χαρακτήρας ἡμᾶρωσα; Ἄρα μὴ γέγονεν ἡ τῆς ἀξίας ὑπόθεσις, κατορθωμάτων ὑποπτῶσις τε καὶ ὑφαίρεσις; Οὐδαμῶς. Λαβὼν γὰρ ὑπὸ χεῖρα τοὺς ἀδικήσαντας, καὶ κολάζειν οὐκ ἀδελφοὺς, ἀλλὰ πολεμίους δυνάμενος, τί ποιεῖ; Ὅρα παράδοξον ἐκδικήσεως τρόπον. Φθόνον, καὶ πρᾶξιν, καὶ ἡμιώδη μανίαν, διὰ φιλανθρωπίας ἀμύνεται, παίζει τὸν φόβον, καὶ ἀπειλὴν δραματουργεῖ, καὶ ὀργὴν ὑποκρινεται. Οὐκ ἐνεγκὼν δὲ οὐδὲ τοῦ θυμοῦ τὴν ὑπόκρισιν, δάκρυσιν ἀληθινὸς τὸ πρᾶγμα διέλυσε· καὶ τῷ πόθῳ νικηθεὶς ἐξαγγέλλει· τὰ πλάσματα ἀπολογίαν ὑπὲρ τῶν ἀδικησάντων, ὁ ἀδικοῦμενος ζητεῖ· καὶ τὴν ψυχὴν ἐκκαλύψας, εἰλικρινὼς τοὺς ἀδελφοὺς περιπτύσσεται· καὶ χείλεσι γνησίοις ἀσπάζεται (56) τοὺς ἀνηλεῶς τοὺς ὀδούσι σπαράξαντας.","prev":{"citation":"Sermones Xli 71.43-49","label":"71.43 to 71.49","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/71.43","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/71.43"},"next":{"citation":"Sermones Xli 72.2","label":"72.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/72.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/72.2"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}