{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 72.3","citation":"Basilius, Sermones Xli 72.3","ref":"72.3","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/72.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/72.3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/72.3.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":317,"text":"(54) Τοῦ φθόνου τὴν μελέτην. Rescripsi φθόνου. ΑΥΘΟΣ Θ. Τοῦ αὐτοῦ εἰς τὸν Μωϋσῆν. α'. Πολλὰ τὰ πρὸς ὕμνον κινούντα τοῦ Θεοῦ τοὺς ἀνθρώπους, πολλὰ τὰ πρὸς εὐχαριστίαν τοὺς εὐγνώμονας ἄγοντα. Ὅποι γὰρ τις περιενέγκῃ ἂν τὸ βλέμμα, εὐεργεσίας πηγὰς ἀεὶ χεομένας ὁρᾷ· ἥλιος μὲν ἐπιτάγματι τρέχων, καὶ τοῖς ἐν γῇ βαδίζουσι τὰς ἀκτῖνας ἐκχέων· σελήνη δὲ δαδυούσα τὸ φῶγος, καὶ τῆς νυκτὸς ἡμερούσα τὸ πάθος· αὐξήσει δὲ καὶ μειώσει ποικιλλομένη, τὰς τοῦ ἀέρος εὐχράτους ἀπεργάζεται χράσεις· ἀστέρες τὸν οὐρανὸν σταδευόντες καιρῶν σημεῖα τοῖς ἀνθρώποις ὑπάρχουσι· γῆ δὲ ποσὶ μὲν ὑποδέθηκε σχῆμα (57), χειρὶ δὲ, καὶ χρείαις ἀνθρώπων ὑπέστηκε· τὰς δὲ τῶν χρητῶν ὠδῖνας ἀνθρώπῳ μόνῳ προσφέρει. Εἰ γὰρ καὶ τῶν ἀλόγων ἡ φύσις παραπολαύει τῆς δωρεᾶς, ἀλλ' ἀνθρώπῳ κυρίως ἡ τῆς γῆς παρασκευάζεται τράπεζα. Καὶ τοῦτο σαφῶς ὁ λυρὸς προφήτης ἀνακροώμενος εἶπεν· Ἐξανατέλλων γὰρ, φησὶ, χέρσῳ τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Ὡς ἀνθρώπῳ θεραπεύσαι τρέφει τῶν ἀλόγων τὰ γένη, ὡς τὲς τούτων τροφὴς ἀνθρώπων γινομένης τιμῆς. Τοιγαροῦν τῆς ὑπὲρ τούτων εὐχαριστίας, μόνος ὀφειλέτης καθέστηκεν ἄνθρωπος, καὶ μόνος εὐγνωμοσύνης τῷ Δεσπότῃ χρεώστης. Πολλὰ μενοῦν, ὡς ἔφη, τὰ πρὸς ὕμνηδὸν κινούντα τοῦ κτίσαντος· μοχθηρία δὲ γνώμης ἀνθρώποις πολλάκις κινουμένοι τὸν εὐεργέτην ὡς ἐπίβουλον μέμφονται· ἕτεροι δὲ τὰς τῆς εὐεργεσίας προφάσεις εἰδώλοις ἀνάπτουσιν· ἄλλοι πρὸς βλασφημίαν τὴν γλῶτταν ἐγείρουσι· ἕτεροι ταῖς θείαις οἰκονομίαις πολεμοῦσιν, οὐκ αἰσχυνομένοι· ἕτεροι, μηχαναῖς λογισμῶν, τῶν θείων βουλευμάτων κρατῆσαι βιάζονται. Φερέσθω μάρτυς ἡμῖν τῶν εἰρημένων, τὰ κατ' Αἴγυπτον πράγματα (58), ἡ Φαραὼ πρὸς Θεὸν φιλονεικία, Μωϋσέως ἡ γέννησις, ἧ καὶ πολεμοῦντες πεπτόχασιν οἱ Αἰγύπτιοι. Θαυμάσας γὰρ ποτε Θεὸς τοῦ Ἀβραὰμ τὸ τῆς γνώμης φιλόθεον, εὐγενεῖ φύσεως τὸν τρόπον ἀμεῖδεται· καὶ πατέρα πολλῶν ἀναγράφας, ψάμμῳ θαλάττης καὶ ἀστροῖς οὐρανοῦ συνέτεινε τοῦ γένους τὸν ἀριθμὸν· ὑποσχόμενος, τοῖς ἔργοις ἐκύρω τὰ ἐπαγγέλματα. Εἰκοῦσα δὲ ἡ φύσις τῷ πλάστῃ, πλουσίας τοῦ γένους τὰς ἀντιδόσεις εἰργάζετο. Ἄλλ' Αἴγυπτος ἀντεστρατήγει Θεῷ, καὶ Φαραὼ φιλονεικῶν τῷ Θεῷ, τὴν τοῦ γένους αὐξήσιν κολοβῶν ἐπεχείρει· Δεῦτε γὰρ, φησὶ, κατασοφισώμεθα αὐτούς, καὶ","prev":{"citation":"Sermones Xli 72.2","label":"72.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/72.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/72.2"},"next":{"citation":"Sermones Xli 74.1","label":"74.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/74.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/74.1"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}