{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Sermones Xli 88.48","citation":"Basilius, Sermones Xli 88.48","ref":"88.48","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/88.48","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/88.48","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/88.48.md","author":{"name":"Basilius","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius"},"work":{"title":"Sermones Xli","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli","urn":"urn:cts:greekLit:tlg2800.tlg002"},"verse":false,"words":320,"text":"τὸν Ἠλισσαῖον παραγάγωμεν εἰς μέσον. νεκρῷ τῷ παιδὶ ἐαυτὸν ἐφήλωσεν σώματι. Τῷ γὰρ στόματι τοῦ παιδὸς ἐπέθηκεν τὸ ἑαυτοῦ στόμα (76)· τὸν δὲ μυχὴρα τῷ μυχήρᾳ προσήρμοσε· καὶ τῷ μέτωπῳ τὸ μέτωπον ἐπεστήριξεν· καὶ τοῖς ποσὶν συνετέθειν τοὺς πόδας, καὶ τὸ σῆθος ἐπέκειτο τῷ στήθει, καὶ ὀφθαλμοὶ τοῖς ὀφθαλμοῖς ἐπλησίαζον· καὶ ἀπλῶς ἐκάτω μέλει τοῦ παιδὸς ἐπιφάνιον τοῦ προσήτου μέλος, τὴν ζωὴν ἐχαρίζετο διὰ τί οὖν μὴ διὰ προσευχῆς ἀνέστησε τὸν νεκρόν, ἀλλ’ ἑαυτὸν ἐπέθηκε τῷ λειψάνῳ; Ταῦτα τύπος συνέβαινεν ἐκεῖνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. Ζητήσωμεν τίνος ἦν τύπος ὁ Ἠλίσαιος, καὶ τίνος ἡ Σουναμίτις· καὶ τίνος ὁ υἱὸς τῆς Σουναμιτίδος, ὁ τεθνηκώς. Ὁ Ἠλίσαιος τύπον φέρει Χριστοῦ· ὁ δὲ λαὸς ἐστιν ὁ ἐξ ἐθνῶν. Οὗτος ἦν νεκρωθεὶς ὑπὸ τῆς ἁμαρτίας. Ἦλθεν δὲ νοητὸς Ἠλίσαιος, ἔδρεν αὐτοῦ ὅλα τὰ μέλη νεκρά, τὸ στόμα, τοὺς ὀφθαλμούς, τὰς χεῖρας, τοὺς πόδας· καὶ ἀπαξάπλως νεκρὸν ἦν τὸ σῶμα, μὴ ἀνοίγομενον πρὸς δοξολογίαν Θεοῦ (77-78), ἀλλὰ τῷ ξύλῳ λέγων· Πατὴρ μου εἶ σύ· καὶ τῷ λίθῳ, Σύ με ἐγέννησας. Νεκροὶ ἦσαν οἱ ὀφθαλμοὶ εἰς τὸν τῶν ὅλων Θεὸν μὴ προσέχοντας· ἀλλὰ τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύοντας. Νεκραὶ ἦσαν αἱ χεῖρες· χαρποφοροῦσαι τοῖς δαίμοσιν· νεκροὶ ἦσαν οἱ πόδες εἰς προσκύνησιν τοῦ διαβόλου χαμπτόμενοι. Ὄλον ἦν τὸ σῶμα σαθρόν, ἔχρην ἰατροῦ δυνατοῦ, ἰατροῦ δυναμένου καὶ τοὺς νεκροὺς ἐγείρειν. Ἦλθεν δὲ ζητούμενος ἰατρός, ὁ νοητὸς Ἠλίσαιος, ὁ Δεσπότης Χριστός· ἔδρε τὸ σῶμα νεκρόν. Τί ποιεῖ; Ὄλον ἑαυτὸν ἐπέθηκεν ὅλῳ τῷ σώματι. Τί ἐστι τὸ λεγόμενον; Ὅλον τὸ πλήρωμα τῆς θεότητος ὅλον τὸν ἡμέτερον ἐφόρεσεν ἄνθρωπον, ὡρ κατῴκησεν, ὡς φησιν ὁ Ἀπόστολος, ὅλον τὸ πλήρωμα σωματικῶς τῆς θεότητος. Ὀφθαλμοὺς εἶχεν ὡς ἄνθρωποι, χεῖρας ὁμοίως, πόδας ὁμοίως. Οὐχ ἦν φαντασία τὸ ὁρώμενον· ἀλλ’ ἀληθινὸν τὸ θεωρούμενον. Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών. Καὶ ἡ ζωὴ τὸν νεκρὸν ἐφόρεσεν ἔνδυμα, ἵνα εἰς τὴν ἰδίαν ἀφθαρσίαν μεταβάλῃ τὴν νέκρωσιν. Κατελθούσης δὲ τῆς θεό-","prev":{"citation":"Sermones Xli 88.42-45","label":"88.42 to 88.45","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/88.42","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/88.42"},"next":{"citation":"Sermones Xli 89.3-90.36","label":"89.3 to 90.36","url":"https://interlinea.aeterna-institute.org/library/greek/basilius/sermones-xli/89.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius/sermones-xli/89.3"},"credit":{"text":"Basilius, Sermones Xli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000604","quality":"ocr"}}