{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Book Epigrams: Dedications 2229.1-67","citation":"Byzantine Book Epigrams, Book Epigrams: Dedications 2229.1-67","ref":"2229.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/2229.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/2229.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/2229.1.md","author":{"name":"Byzantine Book Epigrams","url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams"},"work":{"title":"Book Epigrams: Dedications","url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications","urn":null},"verse":true,"words":353,"text":"τὸν χρυσόρειθρον ἐν θεηγόροις λόγοις\nΪωάννην δή φημι τὸ χρυσοῦν στόμα\nτὸν ὡς ἀληθῶς εὐγενῆ χρυσοστόμον\nτὸν πνεύματος δοχεῖον ὄντα κυρίου\nἐν ὧ τέθεικεν ὡσ θεὸς καὶ δεσπότης\nθησαυροπλουτόχρηστον ἐσθλοφωνίαν\nκαὶ πανσοφοπρόγνωστον εὐθυφθογγίαν\nκαὶ χρυσομαργάροπτον ἀστροφεγγίαν\nἸωάννην τὸν ὄντα κυρίου μέγα\nοἴκημα φαιδρὸν χριστὸν εἰσδεδεγμένον\nἐν ὧ προλάμψαν φωτοειδεῖ λαμπάδι\nτὸ τρισσολαμπὲσ καὶ μονάρχιον κράτος\nὅλον κατήστραψεν τε καὶ κατηύγασεν\nἸωάννην τὸν ὄντα τοῖς θείοις λόγοις\nἑωσφόρου φαίνοντος ἄστρου βελτίῳ\nτοῖς δόγμασι στίλβοντα τοῖς ὠρθωμένοις\nἐν οὐρανῶ λάμποντος ἡλίου πλέον\nκαὶ τῆς σελήνης καὶ φάους τῶν ἀστέρων\nοὗτοι γὰρ ὄντως τὰς ζοφώδεις αἰτίας\nνυκτὸς σοβοῦσι καὶ φύσιν λαμπηδόνος\nνέμουσι πᾶσιν τοῖς βροτοῖς ἀεννάως\nτὸ δ᾽αὖ γε χρυσοῦν τοῡ Ἰωάννου στόμα\nνυκτὸς διώκει τῆς πλάνης παρουσίαν\nκαὶ τῆς ἀληθοῦς οὐσίας τὴν ἡμέραν\nἄπασι πιστοῖς εἰσάγει θεοφρόνως\nΤοῦτον ποθήσας ἀτρεκεστάτωι πόθῳ\nὀ Λαοδικεὺς τοὔνομα Σισίννιος\nὁ χρυσὸς ὄντως τῷ βίῳ καί τῷ τρόπῳ\nἀρχιεράρχης καὶ σοφὸς θυηπόλος\nΣισίννιον δή φημι τὸν θεοῦ φίλον\nχριστοῦ δὲ λάτριν εὐγενῆ καὶ γνήσιον\nκαί τοῦ θεαυγοῦς πνεύματος κειμήλιον\nτὸν νῦν φανέντα Σαμουὴλ ἄλλον νέον\nκαί γὰρ καθ᾽ ὡς ἐκεῖνος ἐκ βρέφους πάλαι\nθεοῦ τέθειται τῷ νεῷ τοῦ προσμένειν\nὑπηρετεῖν τε καὶ διευθετεῖν ἄμα\nἔπειτα δ᾽ὤφθη καὶ προφήτης κυρίου\nκριτής τε παντὸς Ἰσραὴλ καὶ δεσπότης\nοὕτως πέφυκεν οὗτοσ ἐν τῇ συγκρίσει\nπάλαι δοθεὶς γὰρ ἐκ σοφῶν γεννητόρων\nεἰς εὐλάβειαν καὶ βίον βίου δίχα\nὐπηρετεῖ τὸ πρὶν μὲν ἐν προθυμία\nὀρῶν θεὸς δὲ τοῦτον ἐκλογῆς γένος\nσκεῦός τε σεπτὸν ἐντολῶν θεηγόρων\nῥήγνυσι δεσμὰ δουλικῆς ὑπουργίας\nκαί δεσπότην τίθησι Λαοδικέων\nοἶδεν γὰρ οἶδεν ἡ θεοῦ προμηθία\nνέμειν δικαίωσ πᾶσι τὰ πρὸς ἀξίαν\nΣισίννιον λέγοιμι τὸν φαεσφόρον\nσοφὸν συνειδὸς εὐπρεπῶς κεκτημένον\nκαὶ τῶν ἀληθῶν ἐντολῶν ὑπηρέτην\nτοῦ παντάνακτος καὶ θεοῦ καὶ δεσπότου\nΣισίννιον φράζοιμι τὸ κλεινὸν κλέος\nφοίνιξ καθ᾽ ὥσπερ ὅστις ὤφθη κάρπιμος\nὡραιοτερπὴς ἄνθεσιν καρπῶν βρίθων\nὑπὲρ μέλι γλυκάζον ἐκφέρων βότρυν\nἅπαντας εὐφραίνοντα τῷ συνειδότι\nὃς τὴν ἐλαίαν εἰκονίζει τὴν πάλαι\nτὴν τῷ προφήτηι Δαυὶδ ἐκλελεγμένην\nκαρποὺς γέμουσαν εἰς τὸν οἶκον κυρίου\nῥίζαν φέρουσαν εὐσθενῆ καὶ τοὺς κλάδους\nἀειθαλεῖς ἔχουσαν εὐερνεστάτους\nΟὗτος γὰρ οὗτος ὁ κλυτὸς Σισίννιος\nτῶν ποιμένων τὸ κάλλος ἱεραρχίας\nὡς ὢν ἐραστὴς χρυσέων ἐπῶν τάχα\nκατ᾽ ἐκλογὴν προῆλθε τῶν χρυσῶν λόγων\nἐν συγκρίσει δὲ χρυσέων χρυσοῦς λόγους","prev":{"citation":"Book Epigrams: Dedications 2176","label":"Poem 2176","url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/2176","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/2176"},"next":{"citation":"Book Epigrams: Dedications 2229.68-102","label":"τὸν χρυσόρειθρον ἐν θεηγόροις λόγοις, lines 2229.68-2229.102","url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/2229.68","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/2229.68"},"credit":{"text":"Byzantine Book Epigrams, Book Epigrams: Dedications. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.","license":"CC0 1.0","licenseUrl":"https://creativecommons.org/publicdomain/zero/1.0/","source":"https://www.dbbe.ugent.be/types/1860","quality":"proofread"}}