{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Book Epigrams: Dedications 5361","citation":"Byzantine Book Epigrams, Book Epigrams: Dedications 5361","ref":"5361","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/5361","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/5361","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/5361.md","author":{"name":"Byzantine Book Epigrams","url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams"},"work":{"title":"Book Epigrams: Dedications","url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications","urn":null},"verse":true,"words":403,"text":"Νότου βασίλισσα ποτὲ σοφίαν Σολομῶντος,\nἐθαύμαζεν ἀκούουσα λίαν ἐξεθαμβεῖτο.\nὅθεν ἀπάρασα σπουδῇ τῆς γῆς τῶν Αἰθιόπων\nμετὰ λαμπρῶν τε στρατηγῶν μετὰ δορυφορίας,\nπρὸς τὴν Σιὼν κατέλαβε τὴν πόλιν τὴν ἁγίαν,\nκαὶ Σολομῶντος τὰς πολλὰς ἀπήλαυσε σοφίας.\nσὺ δὲ φιλομαθέστατε ψυχὴ καὶ τρισολβία\nἀγχίνου συνετώτατε χαριτοκοσμημένε\nσεπτῶν γονέων βλάστημα ῥίζης τιμίας κλάδε,\nτοῦ Σολομῶντος ἐκ παιδὸς τὴν φρόνησιν πλουτήσας.\nτὴν τοῦ Δαυῒδ πραότητα κτησάμενος βρεφόθεν.\nτὸ φιλολόγου τοῦ σοφοῦ ζηλώσας Δημοσθένους,\nοὐ Σολομῶντος ἀρκεσθεὶς τοῖς σοφωτάτοις λόγοις.\nοὐ κορεσθεὶς ταῖς τοῦ Δαυῒδ πνευματοκρότοις φθόγγοις.\nοὐ προφητῶν θεσπίσμασι τοῖς πνευματοκινήτοις,\nἀλλὰ σπουδάζων ἐν βραχεῖ πάντων λαβεῖν τὴν γνῶσιν.\nὅπως ἀρχῆθεν γέγονεν ὁ κόσμος καὶ συνέστη.\nὅθεν ὁ κτίστης ἤρξατο τὴν κτίσιν τεχνουργῆσαι.\nπῶς ἐξετάνυσε σοφῶς τὸν πόλον ὡσεὶ δέρριν,\nκαὶ τοὺς μεγάλους ἐν αὐτῷ κατέπηξε φωστῆρας,\nτὸ πλάτος ὅπως τῆς γῆς ἐξέτεινε πανσόφως,\nἐκ ταύτης δ’ἂν ἐβλάστησαν βοτάναι τε παντοῖαι.\nτροφῆς τῶν πάντων ἔνεκεν, καὶ θεραπείας νόσων,\nθάλασσαι πῶς συνέστησαν ἄμετρα σχοῦσαι βάθη,\nσύμπαν δὲ γένος ἐν αὐταῖς ἰχθύων καταμένει,\nὅπως τῶν πάντων ἄνακτα, θηρίων ἵππων ὄνων.\nδρακόντων ἄρκτων τίγρεων παρδάλεων λεόντων,\nοἰκείαις ἔπλασε χερσὶν ἀῤῥήτω τε σοφία,\nκαὶ τῆς Ἐδὲμ κατατρυφᾷν ἔδωκε τὸ χωρίον,\nἄλλα τε πᾶσαν ἔννοιαν βροτείαν ἐκνικῶντα.\nἐξαίσια πανθαύμαστα τεράστια παντοῖα.\nἔτι σὺν τούτοις γίγαντας ἄνδρας ἀσπιδηφόρους.\nεἰς οὐρανὸν τοξεύοντας θεῷ φιλονεικοῦντας,\nτὰς πυραμίδας Ἰωσήφ τὸν πύργον τῆς χαλάνης,\nἙλένης τε τὴν ἁρπαγὴν τῆς καλλισφύρου νύμφης,\nτὸν στόλον τὸν ταχύπτερον, τὸν χιλιοναυστόλον,\nτὴν ἅλωσιν τὴν σκύλευσιν τῆς τρισμεγίστου Τροίας,\nἣν Ποσειδὼν ἐπόλισεν Ἀπόλλωνι σὺν ἅμα,\nἢν Ἥρα κατηδάφισεν τῆς Ἀθηνᾶς συνούσης,\nἀνδρῶν ἡρώων εὐγενῶν ἁπάντων βασιλείας,\nτῶν εὐσεβῶν καὶ δυσεβῶν ἀφρόνων συνετῶν τε,\nχρηστῶν κακούργων καὶ σεμνῶν ἀσέμνως βιοσάντων,\nτοῦ Κωνσταντίνου Μανασσῆ τὴν βίβλον τὴν ὀλβίαν.\nτῆν γλυκυτάτην καὶ τερπνὴν ὑπὲρ κηρὸν καὶ μέλι,\nὑπὲρ σειρήνων τὰς ὠδὰς ὑπὲρ Ὀρφέως λύραν,\nἐμοῖς προτέθεικας χερσὶ προστάσσων μοι τοῦ γράψαι,\nπρὸς κόρον πρὸς ἡδύτητα πρὸς χαρμονὴν πρὸς τέρψιν,\nψυχῆς ὁμοῦ καὶ σώματος νοός τε καὶ καρδίας.\nἐγὼ δ’ ὡς ἔθος κτώμενος σοὶ πειθαρχῶν εἰς πάντα,\nεἰ δέρας τὸ χρυσόμαλλον προσέταξας κομίσαι.\nἢ μῆλα τὰ θρυλλούμενα χρυσᾶ τῶν Ἑσπερίδων.\nἢ καὶ ψυχὴν ἐμὴν αὐτὴν προέσθαι τῷ θανάτῳ,\nἤδη τὸ προσταττόμενον ταχέως ἐκπληρώσας,\nἀρχῆς ἀπ’ἄκρης ἔγραψα μέχρι καὶ τέλους ταύτης\nἣνπερ λαβὼν ἀνάγνωθι καὶ τῆς ψυχῆς τοῖς σίμβλοις,\nὡς μέλισσα φιλόπονος θησαύριζε τὰ κρείττω.\nψυχοβλαβῆ δὲ σύμπαντα καὶ ῥυπαρὰ καὶ φαῦλα,\nἐκτρέπου πέμπε δίωκε πόῤῥωθεν ὅσον τάχος.\nἡμῖν δὲ πάλιν πρόσταττε συχνάκις ἐκπληρούμενος\nψυχῆς τὰ καταθύμια καὶ πάσας τὰς ὀρέξεις.\nἰδοὺ γὰρ ἐπεθύμησα πάσας τὰς ἐντολάς σου.\nἐμὲ δὲ ζῆσον ὥς φησι Δαυῒδ ὁ προφητάναξ.","prev":{"citation":"Book Epigrams: Dedications 5299","label":"Poem 5299","url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/5299","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/5299"},"next":{"citation":"Book Epigrams: Dedications 5375","label":"Poem 5375","url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/5375","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-dedications/5375"},"credit":{"text":"Byzantine Book Epigrams, Book Epigrams: Dedications. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.","license":"CC0 1.0","licenseUrl":"https://creativecommons.org/publicdomain/zero/1.0/","source":"https://www.dbbe.ugent.be/types/1860","quality":"proofread"}}