{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Book Epigrams: Epitaphs 30502","citation":"Byzantine Book Epigrams, Book Epigrams: Epitaphs 30502","ref":"30502","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-epitaphs/30502","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-epitaphs/30502","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-epitaphs/30502.md","author":{"name":"Byzantine Book Epigrams","url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams"},"work":{"title":"Book Epigrams: Epitaphs","url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-epitaphs","urn":null},"verse":true,"words":413,"text":"Ἄνασσα Πόλις στέναξον, ἀπόθου σου τὸ στέφος,\nἄθροισον τὸ πολίτευμα κλαῦσαι σου τὸν δεσπότην·\nτοῦτο ἡ ματαιότης.\nΒάθος κριμάτων ἄληπτον τῶν σῶν, ἥλιε Λόγε,\nὅτι τὸν κάτω ἥλιον συνέστειλας τοῦ φέγγειν.\nθρηνῶ σε, δέσποτα Λέων.\nΓηγενὴς ἅπας πέφυκε καὶ βασιλεὺς καὶ πένης,\nὅθεν οὐδεὶς ἐκφεύξεται τὸν ἐπώδυνον τάφον.\nθρηνῶ σε, δέσποτα Λέων.\nΔροσερὸν οἷα ῥόδον σε ἡ πορφυρὶς βλαστάνει,\nὡς ἴον ἐν τοῖς ἄνθεσιν, ὡς κρίνον ἐν τοῖς κήποις.\nθρηνῶ σε, δέσποτα Λέων.\nΤί μοι στυγνάζεις, ἥλιε, τί ζοφερὸν ἀνίσχεις;\nπάντως, ὅτι τὸν Λέοντα τὸν ἄνακτα οὐ βλέπεις,\nἘν ἁλουργίδι ἥλιον, ἐν βασιλείοις ἄστρον,\nἐν λόγοις φέγγος ἄδυτον, ἐν χάριτι φωσφόρον.\nΖάλην ψυχῶν ἐκοίμιζες τοῖς πραέσι σου λόγοις·\nἦθος σεμνὸν ἐδίδασκες τῷ ταπεινῷ σου ἔθει·\nἬπιος ὤν, ἐφύλαττες καὶ βασιλέως τρόπους,\nἐν δὲ τῇ ταπεινώσει σου τὸ ὕψος σου ἐδείκνυς.\nΘαύμασον ὕμνον ἅπαντα καὶ αἴνων μελῳδίαν,\nἕως ἂν τοῦ δεσπότου μου τοὺς ὕμνους ἐνωτίσῃ.\nΤί μοι, σελήνη, ἔοικας νυκτὶ μεμελασμένῃ;\nπάντως, ὅτι τὸν ἥλιον, τὸν Λέοντα, οὐ βλέπεις.\nἸσοῦνται σου τὰ ῥεύματα τῶν λόγων τῇ θαλάσσῃ\nἡ λύρα δὲ τῶν ὕμνων σου μέλιτος ἀποστάζει.\nΚλαύσατε πάντες, κλαύσατε, τὸν πρᾶον βασιλέα·\nτὸν συμπαθῆ καὶ ἥσυχον κλαύσατε καὶ οἱ λίθοι.\nΛέων καθάπερ ἔβλεπες ἀτενῶς τὸν δεσπότην·\nΚαὶ στεναγμῶν βρυχήματι ἐχθρῶν κατεστρατήγεις.\nΜετὰ μαργάρων δάκρυα, μετὰ χρυσοῦ πραότης·\nἔβλεπες καὶ ἐθαύμαζες, καὶ μᾶλλον ἐξεπλήττου.\nΤί μοι καὶ πόλος ἄναστρος ἀπὸ νεφῶν σπιλάδος;\nτάχα λιβὰς ἐπύκνωσε δακρύων τὸν αἰθέρα.\nΝομίνῳ συναφείᾳ τε καὶ οὐκ ἀθέσμῳ γάμῳ\nἡ φύσις ἀνεβάλλετο παιδὸς ἄρρενος τόκον·\nὢ βάθος θεοῦ κριμάτων.\nΞένον, ἀλλ' οὕτως ἔδοξε τῇ ἄνωθεν προνοίᾳ.\nἐν παραβάσει νόμου τε ὁ παῖς ἀπογεννᾶται.\nὉ νόμος εἰ καὶ ἤργησε, πάλιν ἐνομοθέτει·\nτῷ ἱερῷ κανόνι δέ, τὸ κρίνειν παρεχώρει.\nὢ βάθος θεοῦ κριμάτων.\nΠλύνεται τοῦ μιάσματος ῥεύμασι τῶν δακρύων,\nκαὶ τῇ μητρὶ προσφύεται πάλιν τῇ ἐκκλησίᾳ.\n\"Μὰ τὸν φωσφόρον ἥλιον,\" κύκλος σελήνης εἶπεν,\n\"ἤθελον τὸν ὑπέρλαμπρον ἀκμὴν Λέοντα βλέπειν.\"\nῬέουσι σάρκες ἅπασαι φυσικῶν ἐξ ἀνθράκων,\nἵνα ῥυτὶς ἢ μόλυσμα ψυχῆς μὴ ἔνδον μείνῃ.\nΣκήπτρων εὐθὺς διάδοχος, πατρόθεν βασιλεύων,\nὁ τῆς πορφύρας ἥλιος Ἀλέξανδρος ἀνίσχει.\nΤῷ Ἀλεξάνδρῳ ἄνακτι ἀστὴρ συνανατέλλει,\nὁ ἐξ ὀσφύος Λέοντος ὑπάρξας Κωνσταντῖνος.\nὝμνησον πόλις, ὕμνησον, τοὺς βασιλείου παίδας,\nοὗτοι γὰρ πορφυρίζουσι μᾶλλον σοῦ τὴν πορφύραν.\nΦησὶν ὁ μέγας κύριος· \"Ἐν γενεᾷ δικαίων\nοἱ ὀφθαλμοί μου βλέπουσι, καὶ οὗς ἐμὸν ἀκούσει.\"\nὦ πόλις εὐτυχεστάτη.\nΧαῖρε μοι Λέων δέσποτα καὶ ἐν Ἅιδου κευθμῶσι,\nχαῖρε ψυχὴ ὁλόγλυκε, ἀγγέλοις συμφοιτῶσα·\nὩς βασιλέα ὕμνησον, ὡς φίλον, ὡς δεσπότην·\nσὺ δέ, κἂν μετὰ θάνατον, μέμνησο Κωνσταντίνου.\nχαῖρε μοι, δέσποτα Λέων.\nΒάλλετε γόους, βάλλετε, δάκρυσι μεμιγμένους,\nὅλον τὸν τάφον πλήσατε τῶν ἐμῶν στεναγμάτων.\nτὰ πάντα ματαιότης.","prev":{"citation":"Book Epigrams: Epitaphs 30499","label":"Poem 30499","url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-epitaphs/30499","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-epitaphs/30499"},"next":{"citation":"Book Epigrams: Epitaphs 30509","label":"Poem 30509","url":"https://interlinea.aeterna-institute.org/library/greek/byzantine-book-epigrams/book-epigrams-epitaphs/30509","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/byzantine-book-epigrams/book-epigrams-epitaphs/30509"},"credit":{"text":"Byzantine Book Epigrams, Book Epigrams: Epitaphs. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.","license":"CC0 1.0","licenseUrl":"https://creativecommons.org/publicdomain/zero/1.0/","source":"https://www.dbbe.ugent.be/types/2595","quality":"proofread"}}