{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"εἰς Δία εἰς Δία..1-41","citation":"Callimachus, εἰς Δία εἰς Δία..1-41","ref":"εἰς Δία..1","level":null,"urn":"urn:cts:greekLit:tlg0533.tlg015:εἰς Δία..1-εἰς Δία..41","url":"https://interlinea.aeterna-institute.org/library/greek/callimachus/text-7/%CE%B5%E1%BC%B0%CF%82%20%CE%94%CE%AF%CE%B1..1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/callimachus/text-7/%CE%B5%E1%BC%B0%CF%82%20%CE%94%CE%AF%CE%B1..1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/callimachus/text-7/%CE%B5%E1%BC%B0%CF%82%20%CE%94%CE%AF%CE%B1..1.md","author":{"name":"Callimachus","url":"https://interlinea.aeterna-institute.org/library/greek/callimachus"},"work":{"title":"εἰς Δία","url":"https://interlinea.aeterna-institute.org/library/greek/callimachus/text-7","urn":"urn:cts:greekLit:tlg0533.tlg015"},"verse":true,"words":290,"text":"Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῆισιν ἀείδειν\nλώιον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,\nΠηλαγόνων ἐλατῆρα, δικασπόλον οὐρανίδηισι;\nπῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;\nἐν δοιῆι μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον.\nΖεῦ δὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,\nΖεῦ δὲ δʼ ἐν Ἀρκαδίηι· πότεροι, πάτερ, ἐψεύσαντο;\nΚρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο\nΚρῆτες ἐτεκτήναντο· σὺ δʼ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.\nἐν δέ σε Παρρασίηι Ῥείη τέκεν, ἧχι μάλιστα\nἔσκεν ὄρος θάμνοισι περισκεπές (ἔνθεν ὁ χῶρος\nἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης\nἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης\nὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες)·\nἔνθα σʼ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων,\nαὐτίκα δίζητο ῥόον ὕδατος ὧι κε τόκοιο\nλύματα χυτλώσαιτο τεὸν δʼ ἐνὶ χρῶτα λοέσσαι.\nΛάδων ἀλλʼ οὔπω μέγας ἔρρεεν οὐδʼ Ἐρύμανθος,\nλευκότατος ποταμῶν, ἔτι δʼ ἄβροχος ἦεν ἅπασα\nἈρκαδίη· μέλλεν δὲ μάλʼ εὔυδρος καλέεσθαι\nαὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτʼ ἐλύσατο μίτρην,\nἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων\nἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,\nπολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντος\nἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δʼ ἀνήρ\nπεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην\nδιψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.\nκαί ῥʼ ὑπʼ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη\nʼΓαῖα φίλη τέκε καὶ σύ· τεαὶ δʼ ὠδῖνες ἐλαφραί.ʼ\nεἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν\nπλῆξεν ὄρος σκήπτρωι· τὸ δέ οἱ δίχα πουλὺ διέστη,\nἐκ δʼ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα\nὦνα τεὸν σπείρωσε, Νέδηι δέ σε δῶκε κομίζειν\nκευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,\nπρεσβυτάτηι Νυμφέων, αἵ μιν τότε μαιώσαντο\nπρωτίστη γενεὴ μετά γε Στύγα τε Φιλύρην τε.\nοὐδʼ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα\nκεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατʼ αὐτό\nΚαυκώνων πτολίεθρον, δ Λέπρειον πεφάτισται,\nσυμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ\nυἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο.","prev":null,"next":{"citation":"εἰς Δία εἰς Δία..42-80","label":"εἰς Δία., lines εἰς Δία..42-εἰς Δία..80","url":"https://interlinea.aeterna-institute.org/library/greek/callimachus/text-7/%CE%B5%E1%BC%B0%CF%82%20%CE%94%CE%AF%CE%B1..42","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/callimachus/text-7/%CE%B5%E1%BC%B0%CF%82%20%CE%94%CE%AF%CE%B1..42"},"credit":{"text":"Callimachus, εἰς Δία, ed. Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0533.tlg015.local002/","quality":"proofread"}}