{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"εἰς Δία εἰς Δία..42-80","citation":"Callimachus, εἰς Δία εἰς Δία..42-80","ref":"εἰς Δία..42","level":null,"urn":"urn:cts:greekLit:tlg0533.tlg015:εἰς Δία..42-εἰς Δία..80","url":"https://interlinea.aeterna-institute.org/library/greek/callimachus/text-7/%CE%B5%E1%BC%B0%CF%82%20%CE%94%CE%AF%CE%B1..42","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/callimachus/text-7/%CE%B5%E1%BC%B0%CF%82%20%CE%94%CE%AF%CE%B1..42","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/callimachus/text-7/%CE%B5%E1%BC%B0%CF%82%20%CE%94%CE%AF%CE%B1..42.md","author":{"name":"Callimachus","url":"https://interlinea.aeterna-institute.org/library/greek/callimachus"},"work":{"title":"εἰς Δία","url":"https://interlinea.aeterna-institute.org/library/greek/callimachus/text-7","urn":"urn:cts:greekLit:tlg0533.tlg015"},"verse":true,"words":285,"text":"εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα\nΖεῦ πάτερ ἡ Νύμφη σε (Θεναὶ δʼ ἔσαν ἐγγύθι Κνωσοῦ),\nτουτάκι τοι πέσε δαῖμον ἄπʼ ὀμφαλός· ἔνθεν ἐκεῖνο\nὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.\nΖεῦ σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο\nΔικταῖαι Μελίαι, δὲ δʼ ἐκοίμισεν Ἀδρήστεια\nλίκνωι ἐνὶ χρυσέωι, σὺ δʼ ἐθήσαο πίονα μαζόν\nαἰγὸς Ἀμαλθείης, ἐπὶ δὲ γλυκὺ κηρίον ἔβρως.\nγέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης\nἸδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.\nοὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο\nτεύχεα πεπλήγοντες, ἵνα Κρόνος οὔασιν ἠχήν\nἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.\nκαλὰ μὲν ἠέξευ, καλὰ δʼ ἔτραφες οὐράνιε Ζεῦ,\nὀξὺ δʼ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.\nἀλλʼ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·\nτῶι τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες\nοὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.\nδηναιοὶ δʼ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί·\nφάντο πάλον Κρονίδηισι διάτριχα δώματα νεῖμαι·\nτίς δέ κʼ ἐπʼ οὐλύμπωι τε καὶ ἄιδι κλῆρον ἐρύσσαι,\nδς μάλα μὴ νενίηλος; ἐπʼ ἰσαίηι γὰρ ἔοικε\nπήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.\nψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν.\nοὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,\nσή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου.\nθήκαο δʼ οἰωνῶν μέγʼ ὑπείροχον ἀγγελιώτην\nσῶν τεράων· ἅ τʼ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.\nεἵλεο δʼ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν\nἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·\nἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας\nἄλλα μέλειν ἑτέροισι, σὺ δʼ ἐξέλεο πτολιάρχους\nαὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,\nὧν ἐρέτης, ὧν πάντα· τί δʼ οὐ κρατέοντος ὑπʼ ἰσχύν;\nαὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,\nτευχηστὰς δʼ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης\nἈρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·\nἐκ δὲ Διὸς βασιλῆες· ἐπὶ χθονὸς οὐδὲν ἀνάκτων\nθειότερον· τῶι καί σφε τεὴν ἐκρίναο λάξιν.","prev":{"citation":"εἰς Δία εἰς Δία..1-41","label":"εἰς Δία., lines εἰς Δία..1-εἰς Δία..41","url":"https://interlinea.aeterna-institute.org/library/greek/callimachus/text-7/%CE%B5%E1%BC%B0%CF%82%20%CE%94%CE%AF%CE%B1..1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/callimachus/text-7/%CE%B5%E1%BC%B0%CF%82%20%CE%94%CE%AF%CE%B1..1"},"next":{"citation":"εἰς Δία εἰς Δία..81-96","label":"εἰς Δία., lines εἰς Δία..81-εἰς Δία..96","url":"https://interlinea.aeterna-institute.org/library/greek/callimachus/text-7/%CE%B5%E1%BC%B0%CF%82%20%CE%94%CE%AF%CE%B1..81","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/callimachus/text-7/%CE%B5%E1%BC%B0%CF%82%20%CE%94%CE%AF%CE%B1..81"},"credit":{"text":"Callimachus, εἰς Δία, ed. Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0533.tlg015.local002/","quality":"proofread"}}