{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Testimonia 581.1","citation":"Critias, Testimonia 581.1","ref":"581.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/critias/testimonia/581.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/critias/testimonia/581.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/critias/testimonia/581.1.md","author":{"name":"Critias","url":"https://interlinea.aeterna-institute.org/library/greek/critias"},"work":{"title":"Testimonia","url":"https://interlinea.aeterna-institute.org/library/greek/critias/testimonia","urn":"urn:cts:greekLit:tlg0319.tlg003"},"verse":false,"words":283,"text":"4. XENOPH. Memorab. I 2, 12 ff. ἀλλ', ἔφη γε ὁ κατήγορος [d. h. Poly- krates], Σωκράτει ὁμιλητὰ γενομένω Κριτίας τε καὶ Ἀλκιβιάδης πλεῖστα κατὰ τὴν πόλιν ἐποίησατεν. Κριτίας μὲν γὰρ τῶν ἐν τῇ ὀλιγαρχίᾳ πάντων πλεονεκτίστατός τε καὶ βιαióτατος καὶ φονικώτατος ἐγένετο, Ἀλκιβιάδης δὲ αὐ τῶν ἐν τῇ δημοκρατίᾳ πάντων ἀκρατέστατός τε καὶ ὑβριστότατος καὶ βιαióτατος. ἐγὼ δ', εἰ μὲν τι κακὸν ἐκεῖνω τὴν πόλιν ἐποίησατεν, οὐκ ἀπολογήσομαι· τὴν δὲ πρὸς Σωκράτη συνουσίαν αὐτοὺν ὡς ἐγένετο διηγήσομαι. ἐγενέσθην μὲν γὰρ δὴ τῷ ἀνδρὶ τούτῳ φύσει φιλοτιμοτάτῳ πάντων Ἀθηναίων, βουλομένῳ τε πάντα δι' ἑαυτῶν πράττεσθαι καὶ πάντων ὀνομαστοτάτῳ γενέσθαι. ... δήλω δ' ἐγενέσθην ἐξ ὧν ἐπαραξάτην· ὡς γὰρ τάχιστα κρείττονε τῶν συγγυγνομένων ἠησαύσθην εἶναι, εὐθὺς ἀποπρῆδισαντες Σωκράτους ἐπραττέτην τὰ πολιτικά, ὥσπερ ἔνεκα Σωκράτους ὑφεζήτην. ... καὶ Κριτίας δὴ καὶ Ἀλκιβιάδης, ὡς μὲν Σωκράτης συνήτην, ἐδυνάσθην ἐκεῖνοι χρωμένω συμμαχίῳ τῶν μὴ καλῶν ἐπιθυμιῶν κρατεῖν· ἐκεῖνον δ' ἀπαλλαγέντε, Κριτίας μὲν φυχὼν εἰς Θετταλίαν ἐκεῖ συνὴν ἀνθρώποις ἀνομίᾳ μᾶλλον ἢ δικαιοσύνη χρωμένοις. ... ἀλλ' εἰ καὶ μηδὲν αὐτὸς πονηρὸν ποιῶν ἐκεῖνους φαῦλα πράττοντας ὁρῶν ἐπήνει, δικαίως ἂν ἐπιτιμῶιτο. Κριτίαν μὲν τοίνυν αἰσθανόμενος ἐρώντα Εὐθύνδημον καὶ πειρῶντα χρήσθαι, καθάπερ οἱ πρὸς τεῦροδία τῶν σωμάτων ἀπολαύοντες, ἀπέτρεπε φάσκων ἀνελεύθερόν τε εἶναι καὶ οὐ πρέπον ἀνδρὶ καλῷ κάγαθῳ τὸν ἐρώμενον, ᾧ βούλεται πολλοῦ ἀξίος φαίνεσθαι, προσαυτεῖν ὡςπερ τοὺς πτωχοὺς ἰκετεύοντα καὶ δεόμενον προσδοῦναι, καὶ ταῦτα μηδενὸς ἀγαθοῦ. τοῦ δὲ Κριτίου τοῖς τοιούτοις οὐχ ὑπακουόντος οὐδὲ ἀποτρεπομένου, λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθύνδημον εἰπεῖν ὅτι ἴκον αὐτῷ δοκοῖη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθύνδημω προσκνησθαι ὡςπερ τὰ ὕδη τοῖς λῃδοῖς. ἐξ ὧν δὴ καὶ ἐμίσει τὸν Σωκράτην ὁ Κριτίας, ὥστε καὶ ὅτε τῶν τριάκοντα ὧν νομοθέτης μετὰ Χαρικλέους ἐγένετο, ἀπεμηνμόνευσεν αὐτῷ καὶ ἐν τοῖς νόμοις ἔγραψε λόγων τέχνην μὴ διδάσκειν.","prev":{"citation":"Testimonia 580.4","label":"580.4","url":"https://interlinea.aeterna-institute.org/library/greek/critias/testimonia/580.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/critias/testimonia/580.4"},"next":{"citation":"Testimonia 581.2-6","label":"581.2 to 581.6","url":"https://interlinea.aeterna-institute.org/library/greek/critias/testimonia/581.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/critias/testimonia/581.2"},"credit":{"text":"Critias, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000915","quality":"ocr"}}