{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Explanatio Xii Capitulorum 160.4","citation":"Cyrillus, Explanatio Xii Capitulorum 160.4","ref":"160.4","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum/160.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum/160.4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum/160.4.md","author":{"name":"Cyrillus","url":"https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol"},"work":{"title":"Explanatio Xii Capitulorum","url":"https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum","urn":null},"verse":false,"words":309,"text":"Ἐπίλυσις ε'. B Σάρκα γενέσθαι φησὶν ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης τὸν Θεοῦ Λόγον, οὐ κατὰ μεταστασιν, ἢ τροπὴν τῆς ἰδίας φύσεως εἰς σάρκα μεταπεποιημένον, καθάπερ ἤδη προείπομεν· ἔχει γὰρ τὸ ἀναλλοίωτον ὡς Θεός· ἀλλ' ὅτι κεκοινώνηκεν ἡμῖν παραπλησίως αἵματος, καὶ σαρκός, καὶ γέγονεν ἄνθρωπος· ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ σάρχα τὸν ἄνθρωπον ὀνομάζειν· γέγραπται γὰρ, ὅτι «Ὀψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Ἀλλ' οἱ τῶν ἀνοσιῶν δογμάτων εὕρεται, Νεστόριός τε καὶ οἱ σὺν αὐτῷ, ἥτοι τὰ αὐτὰ φρονούντες ἐκεῖνω, ὑποκρίνονται μὲν ὁμολογεῖν τὴν τοῦ σαρκωθῆναι φωνὴν. Οὐ μὴν δτε' καὶ σαρκωθῆναι φασὶ κατὰ ἀλήθειαν τὸν τοῦ Θεοῦ Λόγον· τοιούτων ἄνθρωπον γενέσθαι· « καθ' ἡμᾶς, μετὰ τοῦ μεῖναι ὃ ἦν. Ἄλλὰ γὰρ ὡς εἰς ἄνθρωπον, τῶν ἁγίων Ἕνα, τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένον κατοικεῖν διασχυρίζονται· τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· ἵνα μηκέτι Χριστὸς εἰς ὁμολογήται καὶ Υἱός, καὶ Κύριος, καὶ προσκυνητός· ἀλλ' ὡς ἄνθρωπος ἰδικῶς, καὶ καταμόνας νοούμενος, μόνη συναφεῖα τῇ κατὰ τὴν ἐνότητα τῆς δόξας τετιμημένος, συμπαροικεῖται, καὶ συνδοξάζεται.Κατοικεῖ γὰρ' ἐν ἡμῖν ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ ἁγίου Πνεύματος. Καὶ γοῦν πάλαι· τ μὲν ἔφασκε δι' ἑνὸς τῶν ἁγίων προφητῶν· « Ὅτι ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεός, καὶ αὐτοὶ ἔσονται μοι λαός. » Γράφει δὲ καὶ ὁ μακάριος Παῦλος· « Οὐχ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἶκει ἐν ὑμῖν; » Ἔφη δὲ καὶ αὐτὸς ὁ Χριστὸς περὶ τῶν ἁγίων αὐτοῦ προφητῶν, ἥτοι τῶν προγεγονότων ἁγίων· « Εἰ θεοὺς εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, ὃν ὁ Πατὴρ ἤγιασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι Βλασφημῶ, ὅτι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἰμι· » Ἄλλ' οὐχ ὡςπερ ἐν ἡμῖν οἶκει Θεός, οὕτω καὶ ἐν Χριστῷ· Θεὸς γὰρ φύσει ἦν, πεποιηὼς καθ' ἡμᾶς, εἰς τε καὶ μόνος Υἱός, καὶ ὅτε γέγονε σάρξ. Οἱ τοίνυν τολμῶντες λέγειν θεοφόρον ἄνθρωπον ὑπάρχειν αὐτόν, καὶ οὐχὶ δὴ μᾶλλον ἐνανθρωπήσαντα Θεόν, ὑποπίπτουσιν ἀγχαίως τῷ προκειμένῳ ἀναθεματισμῷ.","prev":{"citation":"Explanatio Xii Capitulorum 160.1-2","label":"160.1 to 160.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum/160.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum/160.1"},"next":{"citation":"Explanatio Xii Capitulorum 161.1","label":"161.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum/161.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum/161.1"},"credit":{"text":"Cyrillus Theol., Explanatio Xii Capitulorum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000952","quality":"ocr"}}