{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Explanatio Xii Capitulorum 168.2","citation":"Cyrillus, Explanatio Xii Capitulorum 168.2","ref":"168.2","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum/168.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum/168.2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum/168.2.md","author":{"name":"Cyrillus","url":"https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol"},"work":{"title":"Explanatio Xii Capitulorum","url":"https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum","urn":null},"verse":false,"words":314,"text":"Ἀπολογία Κυρίλλου. Τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὸ μυστήριον ὁ πάνσοφος Ἰωάννης διασφαλῶς γεγραφήκως· « Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. » Ταῦτα συνείντες ὀρθῶς οἱ μακάριοι Πατέρες, οἱ κατὰ καιροὺς ἐν τῇ Νικαίῃ συνελθόντες, αὐτὸν ἔφασαν τὸν ἐκ Θεοῦ Πατρὸς φύσιν Λόγον, τὸν δι’ οὗ τὰ πάντα πεποιημένον ὁ Πατήρ, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, σαρκωθῆναι τε καὶ ἐνανθρωπήσαι· τούτἐστιν ἐνωθῆναι σαρκὶ ψυχὴν ἔχουσαν τὴν λογικήν, καὶ ἄνθρωπον γενέσθαι μετὰ τοῦ καὶ ἀπομεῖναι Θεόν. Ὅτι δὲ ἀτρέπτως τε καὶ ἀσυγχύτως τὸ τῆς ἐνώσεως πέπρακται χρέημα, μεμενηκὸς ὡς ἔφη, τὸ Θεοῦ Λόγου τοῦτο ὅπερ ἐστὶ, καὶ εἰ γέγονε σάρξ, ἀναλλοίωτος γὰρ κατὰ φύσιν ἐστίν, οὐδενὶ τῶν ὄντων ἀμφίβολον. Τὸ γὰρ σαρκούσθαι λεγόμενον, οὐκ εἰς σάρκινον τρέπεται φύσιν, ἀλλ’ ἑτερὸν εἰ ἐνοεῖται· « παρ’ αὐτῇ ὑπάρχον, καὶ ἐνωθὲν αὐτῇ. Οὕτω φρονούντες οἱ μάκαριοι Πατέρες, Θεοτόκον ὠνόμασαν τὴν ἁγίαν Παρθένον. Πειστεύεσαι γὰρ ὅτι σαρκωθέντα καὶ ἐνανθρωπήσαντα γεγέννηκε τὸν Υἱόν, τὸν δι’ οὗ τὰ πάντα πεποίηκεν ὁ Πατήρ. Ὁ δὲ τῶν νέων ἡμῖν δυσφημιῶν εὑρετὴς Νεστόριος τοιούδε μαχόμενος δόξη, κατακισθληκεὶς μὲν ὡς οὐχ οὕσιν ἀληθῆ τὴν Θεοτοκὸς φωνήν· ἔφη δὲ οὕτως· Ἡρώτησα, φησὶ, πολλάκις αὐτούς· Τὴν Θεότητα λέγετε γεγεννηθῆναι ἐκ τῆς μακαρίας; Παρθένου; Ἀποπτήσιν εὐθὺς πρὸς τὸ ῥῆμα· Καὶ τίς, φησὶ, τοιαύτην βλασφημίαν νοσεῖ, ὡς ἐκείνην τὴν γενησασαν τὸν ναὸν λέγειν παρὰ τοῦ Πνεύματος τὸν Θεὸν ἐν ἐκείνῃ κτισθῆναι; Εἶτα ὅταν ἐπαγάγωμεν· Τί οὖν ἄτοπον ἡμεῖς λέγομεν, συμβουλευόντες φυγεῖν τὴν φωνήν, καὶ ἔρχεσθαι ἐπὶ τὸ κοινὸν σημαίνον τῶν δύο φύσεων; Τότε νομιζεται ἐαυτοῖς εἶναι βλάσφημον τὸ λεγόμενον· Ἡ ὁμολόγησον σαφῶς Θεότητα γεγεννηθῆναι ἐκ τῆς μακαρίας Μαρίας, ἢ φεύγων βλάσφημον τὴν φωνήν, εἰ ταῦτά μοι λέγων, ὑποκρύπτει μὴ λέγειν; Περισταδὼν τούτων ἐκείνῳ, μᾶλλον δὲ ἀναπεθόντες ἀνοσίως τοὺς Θεοτόκον λέγοντας τὴν Παρθένον εἰς τὸ δεῖν ὁμολογεῖν σαρκὸς γενέσθαι καρπὸν γυμνὴν τε καὶ καταμένας τὴν Θεότητος φύσιν, καὶ τῆς ὑπάρξεως τὴν ἀρχὴν ἐκ γυναικὸς ἐσχηκέναι τὸν τοῦ Θεοῦ Λόγον,","prev":{"citation":"Explanatio Xii Capitulorum 168.1","label":"168.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum/168.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum/168.1"},"next":{"citation":"Explanatio Xii Capitulorum 169.1","label":"169.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum/169.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cyrillus-theol/explanatio-xii-capitulorum/169.1"},"credit":{"text":"Cyrillus Theol., Explanatio Xii Capitulorum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000952","quality":"ocr"}}