{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"De Principiis 680-684","citation":"Damascius, De Principiis 680-684","ref":"680","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/680","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/680","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/680.md","author":{"name":"Damascius","url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius"},"work":{"title":"De Principiis","url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis","urn":"urn:cts:greekLit:tlg4066.tlg003"},"verse":false,"words":292,"text":"ὑπὸ τοῦ ἑνός· οὐκοῦν ἢ τῶν πολλῶν ἀρχὴ πλῆθός τέ ἐστι, πολλά γὰρ καὶ μετέχει τοῦ ἑνός. Αὕτη ἄρα τὸ ἡνωμένον ἐστί, βουληθεῖσα μὲν ἄπειρα γενέσθαι, πεδηθεῖσα δὲ τῇ μεθέξει τοῦ ἑνός; Ἡ τὸ μὲν ἡνωμένον οἷον μικτὸν εἶναι ἐθέλει, οὐδὲν δὲ συντίθεται ἐξ ὑπάρξεως καὶ μεθέξεως· οὐ γὰρ ἂν εἴη στοιχεῖα ἢ μέρη τινὸς ἢ ἄλλου μέθεξις ἐν αὐτῷ καὶ ἡ ὑπάρξις αὐτοῦ· ἐσται γὰρ ἡ ὑπάρξις ὡς μὲν στοιχεῖον ἐν ὕλης λόγῳ προύποκείμενον, ὡς δὲ ὑπάρξις ἐπιγιγνόμενον, οἷόν τι εἶδος, ἐνὶ στοιχείῳ τῇ μεθέξει. Καὶ ὅλως ὁμοταγῆ ὡς τὰ στοιχεῖα, τὸ δὲ μετέχον καὶ ἡ μέθεξις οὐχ ὁμοταγῆ οὐδὲ ἐκ μιᾶς ἀντιδιαρέσεως. Χωρὶς δὲ τούτων τὰ στοιχεῖα δύο τοὐλάχιστον· ἡ δὲ δευτέρα ἀρχὴ δυὰς ἦν, ὡς ἐν δυαδικόν, καὶ πολλά καὶ ἄπειρα ὡς πολλότης καὶ ἀπειρία ἐν ἑκάτερον μόνον· τῇ δὲ ἰδιότητι πολλά καὶ ἄπειρα. Οὕτω ἄρα στοιχεῖα ἐκεῖ τοῦ ἡνωμένου· πλείοσι γὰρ τὸ ἕν ἐπιγενόμενον ἀπεργάζεται τὸ ἡνωμένον· ἑνοῖ γὰρ τὸ ἕν, οὐ δήπου ἕτερον, ὁ καὶ αὐτὸ μόνον ἐν καὶ ἁπλοῦν, ἀλλὰ πλείω ἑνός, οὕτω δὲ ἐκεῖ τὰ πλείω· μεθέξει γὰρ πολλότητος γίνεται τὰ πλείω· διαρετικὴ γὰρ ἡ πολλότης, ἑνοῦται γὰρ τὰ διηρημένα, ταῦτα δὲ μετὰ τὴν πλειοποῖον ἀρχήν. Ἐν πρώτῳ ἄρα τῷ τρίτῳ τὰ πλείω φαντάζεται, διόπερ καὶ ἡ ἔταξε οὐ] ἀλλου, γεννα, ἀλλ᾽ οὐ γέννημα] άλλου ἀπ ἀπορία). τὸ μικτὸν ἢ ἄλλου μέθ- εξις] ἡ ἀ. μ.» ἔταξε ἄλλου γέννημα ἀλλ’ οὐ γέννα γέννημα,» Εἰ] ζητητέον εἰ. τηλικούτων] κούτων] τοιούτων γρ. τηλικούτων. συμφαίνεται πλῆθός τί ἐστιν. μεθέξει] μίζει τὸ ἡ ἢ ἄλλου μέθεξις] ἢ ἀ. μ.» ἢ δὲ μέθεξις ἐπιγιγνόμενον οἷον τὶ εἶδος σ7. τῇ ὑπάρξει.» ἀλλὰ καὶ πλείω κ Ἐν ἑνὶ ἄρα τῶνδε ἔνωσις ἐν αὐτῷ πρώτῳ, τὸ δὲ πρὸ πάντων ἡνωμένον ἐκεῖνο· πρὸ δὲ τούτου ἡ δευτέρα ἀρχὴ μετέχει μὲν τοῦ ἑνός, ἐν γὰρ","prev":{"citation":"De Principiis 679","label":"679","url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/679","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/679"},"next":{"citation":"De Principiis 685","label":"685","url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/685","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/685"},"credit":{"text":"Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000972","quality":"ocr"}}