{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"In Parmenidem 1308-1312","citation":"Damascius, In Parmenidem 1308-1312","ref":"1308","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1308","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1308","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1308.md","author":{"name":"Damascius","url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius"},"work":{"title":"In Parmenidem","url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem","urn":"urn:cts:greekLit:tlg4066.tlg004"},"verse":false,"words":293,"text":"ὑλαία τις ἐν τῷ ἑνὶ] ἐν ε'. τοῖς ἄλλοις, εἴπερ καὶ τὰ ἄλλα αὐτοῦ καὶ αὐτὸ τῶν ἄλλων ἕτερον ὡσαύτως. Ἡ μάλιστα μὲν οὐχ «ὡσαύτως», ἀλλὰ μόνον «αὐτως», εἰ οἷόν τε φάναι τὸ ῥῆμα· ἡ αὕτη γὰρ ἑτερότης, ἀλλ’ οὐχὶ ὡς <ἡ> αὕτη. Ἔπειτα ἐκεῖ μὲν καθ’ ὑπαρξιν ἡ ἑτερότης· τὸ δὲ ὅμοιον ἢ τὸ ἀνόμοιον ταῖς μεθέξεσιν τούτων ἐπισυνίσταται, ὡς δευτέραν ἐπάγοντα τοῖς ἑτέροις γενομένοις καὶ ταύτοις σύγκρισιν καὶ διάκρισιν. Ταῦτα μὲν εἰρήσθω περὶ τῆς πρώτης ἀποδείξεως· περὶ δὲ τῆς δευτέρας τέρας ἐκεῖνο μόνον ζητητέον εἰ λογικὴ ἐστὶν ἡ ἀπόδειξις, ὡς φησιν καὶ ὡς φαίνεται· ἡ καὶ αὕτη πρὸς τὴν ἐν ταυτότητι κρυπτομένην ἑτερότητα ἀποβλέπει, ἀφ’ ἀφ᾿ ἧς τῷ ὄντι πρόεισιν ἡ ἀνομοιότης· καὶ τοῦτό ἐστιν ὃ προσέθηκεν «κατὰ τουναντίον πάθος τῷ ὁμοιοῦντι πάθει Τὸ γὰρ πάθος τὸ ταὐτοῦ ἐν τῷ ἑτέρῳ ὁμοίου· ἀνομοιώσει ἄρα τὸ ἕτερον πάθος ἐν ταύτῳ κρυπτόμενον. Φέρε οὖν ἤδη τῶν περὶ τὴν λέξιν ἁψώμεθα ζητημάτων· οὐκοῦν ἐκεῖνο πρὸ πάντων ἐπισιλάσεως ἀξιώσωμεν ὅτι ἐπὶ μὲν τῶν μάλιστα ἡνωμένων οὐκ ἐμέμνητο τῶν προαποδειχθέντων· οὐδὲ ὡς ἐπ’ ἐκείνοις τὰ λοιπὰ συνεπεραίνετο. Ἐπὶ δὲ τῶν νοερῶν ἐποίει διὰ τέλους, καὶ ὡς διηρτημένων, καὶ ὡς ἐπιστρεφομένων πρὸς τὰς οἰκείας ἀρχάς, «εἴπερ καὶ τὰ πρόσθεν πέπονθεν λέγων, καὶ οὕτω δὴ πεφυκός. Καὶ ἄρα οὖν οὕτως ἔχων, ἐντεῦθεν δὲ πάλιν, ἐπαύσατο τῶν τοιούτων προοιμίων, ἄτε τούτων ἤδη μᾶλλον πρὸς τὴν κοσμοποιίαν ἀποκλινόντων· Δεύτερον δὲ ἐπιστήσωμεν ὅτι συνεισήνεγκεν τὸ «ὁμοίως» τῷ «μήτε μᾶλλον μήτε ἧτλον». Εἶτα ἀντιμετέλαξεν, προελθὼν τῷ «ὡσαύτως» ἀποδείκνυται τὸ «ὁμοίως», ἐδήλου, ὡς πρόσθεν ἐλέγομεν, πῶς διὰ τοῦ «ὁμοίως» η αὐτὸν πεπονθότα δείκνυται, ἵνα δειχθῇ διὰ τούτου ὁμοία. Ἔστι γὰρ διὰ τοῦτο ὁμοίως τὰ ὁμοία δεικνύμενα· τοῦτο δὲ προλαβεῖν ἐστὶ τὸ ζητούμενον, ἢ τὸ «ὁμοίως» καὶ τὸ «ὡσαύτως» κατὰ ἀπορίαν ἔλαθεν ὀνόματος τοῦ δεικνύντος τὴν μέσην ἕξιν τοῦ «μήτε μᾶλλον μήτε ἧτλον». Οὐ","prev":{"citation":"In Parmenidem 1307","label":"1307","url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1307","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1307"},"next":{"citation":"In Parmenidem 1313","label":"1313","url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1313","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1313"},"credit":{"text":"Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000973","quality":"ocr"}}