{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"In Parmenidem 679-683","citation":"Damascius, In Parmenidem 679-683","ref":"679","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/679","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/679","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/679.md","author":{"name":"Damascius","url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius"},"work":{"title":"In Parmenidem","url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem","urn":"urn:cts:greekLit:tlg4066.tlg004"},"verse":false,"words":295,"text":"δύο δείκνυσιν; οὐχ ὅτι ὡρισμένη δυὰς ἐστὶν τὰ ἄμφω, διὰ τοῦτο μετῆλθεν ἐπὶ τὴν ἀπλῶς δυάδα· ἐζητεῖτο γὰρ ἡ ἀπλῶς δυάς. Πῶς οὖν τὴν ὡρισμένην ἀπέδειξεν, τὴν δὲ ζητουμένην ἀναπόδεικτον ἔλαβεν; Διὰ τί δὲ μὴ ἐξ ἀρχῆς τὸ ἕν καὶ τὸ ὄν δύο ἐποίει; Ἄλλ’ ἐδεήθη τοῦ «ἀμφοτέρων»· λεκτέον οὖν ὅτι ἡ δυὰς συναφὴ ἑστί τῶν κεχωρισμένων δυεῖν. Καὶ ταύτη γὰρ διαφέρει πλήθους ὁ ἀριθμός, ὅτι συναγωγὸς ὁ ἀριθμὸς τῶν διερχιμένων πολλῶν εἰς συσλᾶδας τινὰς ἀριθμητικὰς. Τὸ δὲ πλῆθος οὐ συνάγει ἢ πλῆθος· ὥστε καὶ ταύτη τὸ συναγωγὸν ἀριθμός, εἰ τῷ ἀριθμῷ· καὶ ἡ δυὰς ἄρα τὸ ἕν καὶ τὸ ὄν συναγαγοῦσα, ὁμοῦ δύο ἐποίησεν· τὸ οὖν ὁμοῦ τοῦτο συνεισφέρει διὰ τοῦ «ἀμφοτέρων»· καὶ γὰρ ταύτη διαφέρει ἑκάτερον εἰπεῖν, καὶ ἀμφότερα τῷ ὁμοῦ, καὶ χωρὶς· ἐπεὶ καὶ τὸ ὄνομα τὸ ἀμφότερα τὸ ἅμα φάναι τὰ ἕτερα σημαίνει. ὅθεν καὶ ὁ Παρμενίδης τὸ «ὀρθῶς προσαγορεύησθον» εἶπεν, τὴν ὀρθοέπειαν τοῦ ὀνόματος ἐνδεικνύμενος, ὡς συναγωγὸν τῶν ἑτέρων, ὥσπερ τῶν ἄλλων ἑκάστων ὁ ἀριθμός. Εἰ δὲ συνάγοιτο, πάντως ὅτι καὶ πλῆθος πεπερασμένον πᾶς ἀριθμός· αὐτὸς δὲ ὁ ἀριθμὸς οὔπω πεπερασμένος, ὅτι οὐχ ὡρισται. Καὶ μὴν εἰ μὴ ἕκαστος περατωτικὸς καὶ ὅλος τοιοῦτος κατὰ φύσιν· ἢ καὶ ἑστί περατωτικὸς γ’. ἀπέδειξεν ζητουμένην ὦι αὐτῶι. τινὰς] πολλὰς γρ. τινὰς. προσαγορευέσθω ἐπ’ ἄπειρον, ἀπέδειξεν ζητουμένην Β. ἐπ᾿ ἀπείρον, καὶ τῶν ἀπείρων ἀεὶ προσιόντων, ἀεὶ γεννῶν ἄλλα καὶ ἄλλα συναγωγὰ τέρατα. Τῷ οὖν γονίμῳ, ἄπειρος· ἀεὶ δὲ τεράτων γεννητικός· καὶ τῷ μὲν εἴδει τεπέρασται ἀεὶ καὶ ἀπλῶς τέρας, ἡ δὲ πλήθους γεννητικός, ἄπειρος. Διὸ τὸ πλῆθος παντοδαπῶς ἄπειρον ἦν. Εἰ καὶ μὴ καθὸ πλήθους, ἀλλ’ ἡ τῆς ἀπειρίας ἐκγονος, ὥσπερ τὸ ἐν ὅν αὐτοῦ γεννᾶται ἀπὸ τοῦ τέρατος· τοσαῦτα καὶ νῦν περὶ τούτων. Τέταρτον τοίνυν διὰ τί μετὰ τὴν ποίησιν τῆς δυάδος πάλιν διαζεύγνυσι τὰ δύο εἰς ἐν καὶ ἐν· αὐτὸς μὲν λέγει","prev":{"citation":"In Parmenidem 678","label":"678","url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/678","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/678"},"next":{"citation":"In Parmenidem 684","label":"684","url":"https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/684","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/684"},"credit":{"text":"Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000973","quality":"ocr"}}